Μακάριόν ἐστιν ἡ τραγῳδία ποίημα, Ἀντιφάνει εἴρηται!!! 

Ὤ, ποῖος καιρός, ὦ ἀγαθοί φίλοι !!!! Ὡς ἀληθῶς ἔγωγε πολλάκις ἐζήλωσα τούς Εὐρωπαίους, τῶν ἀρχαίων Ἑλληνικῶν!!! Ἆραγε οὐ μάλα θαυμαστόν ἐστίν τοῦτο, ὦ φίλοι, ὅτι τά τοῖς Ἕλλησι εἰρημένα βέλτιον ἡμῶν οἴδασιν τά ἔν Εὐρώπῃ βαρβαρικά ἔθνη; Πᾶν δε τό ἀρχαῖον Ἑλληνικόν μᾶλλον ὡς ἠθοποιόν ἤ πλουτοποιόν τι μάλα φιλοῦσι οἱ Εὐρωπαῖοι, μάλιστα δέ πάντων Γάλλοι τε καί Βρετανοί καί Ἰταλοί!! Πῶς γάρ δυνατόν ἐστίν;
Οἱ Εὐρωπαῖοι, φίλοι, ἐκ πολλοῦ χρόνου συνέλεξαν ὡς μάλιστα ἐδύναντο τά ἀρχαῖα συγγράμματα καί σήμερον πάντα ὑπάρχει αὐτοῖς!! Ἔοικε δε ὅτι  πάντων τῶν ἀρχαίων ἔργων μάλιστα περιμάχητον ἐστί ἡ καλουμένη τραγωδία!!! Σαφῶς δέ μέμνησθε ὅτι οἱ ἔνδοξοι Ἕλληνες τραγῳδοποιοί εἰσίν Αἰσχύλος καί Σοφοκλῆς καί ὁ ἐν τοῖς σοφωτάτοις Εὐριπίδης, Σωκράτους φίλος τε καί ἑταῖρος, ὧν τά συγγράμματα ἀναγνόντες οἱ Εὐρωπαῖοι ἅπαντα τά περί θεάτρου ἔμαθον βέλτιον παντός ἄλλου ἔθνους!! Οὕτως οὖν σπουδάζοντες οἱ Εὐρωπαῖοι περί τῶν ἀρχαίων συγγραμμάτων πολύν χρόνον, οἷον τε ἐστίν νῦν αὐτοῖς ἀρχαίας τραγωδίας εἰσφέρειν εἰς τά ἐκεῖ θέατρα καί δή πολλάκις τῇ Ἀττικῇ φωνῇ χρώμενοι!!! 
Πρός δε τούτοις σύνηθες ἐστί τοῖς Εὐρωπαίοις συγγράμματα πολλά μεταγράφειν ἐκ τῆς Ἀγγλικῆς ἤ Γαλλικῆς εἰς Ἀττικήν φωνήν!!! Τί οὖν ποτέ οἱ Ἕλληνες περί μέν τῆς Ἀγγλικῆς φωνῆς δεινοί εἰσί, περί δε τῆς Ἀττικῆς φωνῆς οὔ;
Ἔοικε δε ἐκ τούτων ὅτι οὐκ ἀρκούντως ἱκανοί ἐσμέν τῶν ἐμῶν πραγμάτων μόνοι ἐπιμελεῖσθαι!!!! Δυστυχῶς, ὦ γενναῖοι φίλοι, ἐπιλελήσμεθα τῶν ἡμῶν προγόνων παντελῶς πολλοῦ ἤδη χρόνου καί ὡς λοιμός τις ἐξεβλήθημεν τῆς Ἑλληνικῆς παιδείας!!! Οὕτως, οἶμαι, οὐδέποτε ἡμῖν ἔσται αὖ πάλιν ἡ Ἑλλάς!!! Πλείους γάρ εἰσίν ἐνθάδε, ἐν Ἑλλάδι, οἱ μέτοικοι ἤ οἱ ὡς ἀληθῶς Ἕλληνες!!!
Τίνες ἄρα εἰσί οὗτοι τῶν Εὐρωπαίων, οἵ μάλιστα τῶν ἄλλων μελετῶσι τά ἀρχαῖα συγγράμματα; Πρῶτοι μέν οὖν καί βέλτιστοι ὅλων οἱ Γάλλοι τυγχάνουσι ὄντες , ἐγγύς δε τούτων οἱ Ἄγγλοι τε καί Γερμανοί καί Ἰταλοί εἶναι!!! 
Μέλλω οὖν νῦν φανερῶσαι ὑμῖν ὅτι τό μέρος κλασικῶν μελετῶν τοῦ πανεπιστημίου εἰς τήν Ὀξφόρδη ἑορτήν ἄξει, ἀρχομένην ἀπό τῆς 18ης ἄχρι τῆς 21ης Ὀκτωβρίου ὑπέρ τῆς τραγωδίας Βάκχαι τοῦ Εὐριπίδου!! Ἵνα τί ἄραγε ποιήσωσι τοῦτο; Τό πρῶτον μέλλουσι, φίλοι, φανερόν ποιῆσαι τοῖς νέοις ταῦτα, οἷα μήν δή εἰς σχέσιν ζεύγους ἀνδρός-γυναικός, ἀνθρώπου-θεοῦ, ἰδιώτου-πολιτείας ὀρθῶς πρέπει γενέσθαι, ὥσπερ ἐν τῇ τραγωδίᾳ φανερόν ἐποίησεν ὁ Εὐριπίδης!!! Πρός δε τούτοις ἐξετῶσι τήν τραγωδίας μουσικήν ἥτις τό παλαιόν τε καί νῦν ἐστί, φανεράς τοῖς παρισταμένοις ποιοῦντες τάς ἀνομοιότητας. Δῆλον δε ἐστί ὅτι διερευνήσαιεν ἄν καί τήν σχέσιν ἀνθρώπου-θεοῦ ἐν τῇ τραγωδία. 
Καί πῶς δήτα τήν τραγωδίαν οἴεσθε Βρετανούς εἰσενέγκαι εἰς τό θέατρον; Ἀττικιστί, φίλαι τε φίλοι!!! Ἀττικιστί!! Εὖγε λέγω τοῖς Βρετανοῖς!!! 
Κάλλιστον δε τις δοκεῖ μοι εἶναι ἰδεῖν τήν τραγωδίαν Ἀττικιστί!!!

Καλήν ἑσπέραν τοῖς πᾶσιν. 



Εὐμήχανος.

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top