Καὶ οἱ ἐν Ὀλυμπίᾳ ἀγῶνες, ὦ φίλοι, εὕρημα καὶ δῶρον κάλλιστον τῶν Ἑλλήνων τοῖς ἀνθρώποις ἐστὶ, προεχόντων ὡς ἀληθῶς τῶν τότε ὄντων κατὰ τὴν παιδείαν, τὰς ἐπιστήμας τε καὶ τέχνας. Τεκμήριον δὲ μέγα τῆς φιλανθρωπίας, τῆς τῶν τότε Ἑλλήνων οἵδε οἱ ἀγῶνες ἦσαν. Πειράσομαι οὖν ὀλίγα διελθεῖν περὶ τῶν ἀγώνων.
Ὀλυμπίασι πεδίῳ, κειμένῳ ἐγγὺς Πίσης πρὸς δυσμὰς, τὸ πρῶτον ἀγῶνες ἐγένοντο ἐν ἔτει -776. Πέντε δὲ τὰ ἠγωνισμένα ἆθλα ἦσαν ἤ τοι τὸ πένταθλον, τὸ πάλαισμα, παγκράτιον, πυγμὴ καὶ ἁρματοδρομία. Κοτίνου στεφάνου δὲ τοὺς νικῶντας ἐστεφάνουν ἀντὶ μεταλλίου χρυσοῦ. Ἐκ τοῦ νικῶντος δὲ τοὺς ἑκάστοτε ἀγῶνας ὠνόμαζον γενομένους ἀνὰ τέσσαρα ἔτη.
Ἴστε δὲ που τὶνι τρόπῳ καὶ τὶνες τοὺς Ἑλληνικοὺς ἔπαυσον ἀγῶνας. Ἐπὶ τριακοσίους καὶ χιλίους χρόνους ἄνευ ἀγώνων ἡ πᾶσα οἰκουμένη ἦν. Τῷ 1896 ἔδοξε τῷ Pierre de Coubertin, ἐκ Γαλλίας τὸ γένος, αὖ πάλιν τοὺς ἀγῶνας ἐν Ἀθήναις ἀναβιῶσαι, ὅπερ καὶ ἐγένετο. Οὕτως ἀπὸ τοῦ 1896 ἄχρι τοῦ νῦν οἱ πλέον πεφημισμένοι οἵδε οἱ ἀγῶνες εἰσὶ κατὰ τὴν πᾶσαν οἰκουμένην, εἰς μεγάλην ὡς ἀληθῶς εὐφροσύνη ἄγοντες ἑκάστοτε τοὺς ἀνθρώπους.
Μύρια εὖγε...
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου