Εἰ καὶ οὐκ οἶδα τὴν συνθήκην, πρὸς τὸ συναδικεῖν μᾶλλον ἤ τὸ συνεπικουρεῖν ἡ AUKUS ἐγένετο. Μέλει γὰρ δή αὐτοῖς μόνον ὅπως πλουτῶσιν, ὡς ἐμοὶ δοκεῖ. Ἴστε δὲ, ὦ φίλοι, ὅτι αἱ Ἡμαρτημέναι Ἀμερικῆς Πολιτεῖαι, Βρεττανία καὶ Αὐστραλία, ἐν τῷ ἄρτι πρόσθεν, οὐ δικαίως καινὴν συμμαχίαν πρὸς ἀλλήλους ἐν εἴδει σμικροῦ ΝΑΤΟ ἐποιήσαντο πρὸς τὸ φοβερίζειν τὴν Κίνην.
Καὶ ἡ Εὐρώπη τὶ πράττει ἐπὶ τούτοις; Ἐφ' ὧν νῦν κατὰ τὴν οἰκουμένην ἐστὶ, παντελῶς ὑστεροῦσιν οἱ ἐπὶ τῆς Εὐρώπης ὄντες!! Ἔλαθεν αὐτοὺς ἡ τῆς AUKUS ἵδρυσις!! Πῶς τοῦτο δυνατὸν ἐστιν;
Καὶ νῦν τί μέλλει γενέσθαι; Ὠρύεται ὁ Μακρὸν ὡς ἠπατημένος σύντροφος, ὡς οὐδὲν αὐτῷ δοκεῖ καλῶς ὁ Μπάιντεν Τραμπίζων ποεῖ!!
Εἰς πίθον, ὦ φίλοι, τετρημένον οἱ ἐφ' ἡμῶν Εὐρωπαίοι ὄντες ἀντλοῦσιν. Ἀμφὶ μέσας νύκτας τυγχάνουσιν ὄντες. Λυπηρὸν.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου