Τίς ὑμῶν, ὦ φίλοι, τὴν Κλυταιμνήστραν οὐ μέμνηται; Ἔγωγε ἀεὶ διὰ βίου μεμνήσομαι αὐτὴν ὡς τὸν χείριστον τῶν ἀνδρῶν ἐφιάλτην.
Ἐν ὀλίγοις, ὦ φίλοι, γυνὴ δὴ γαμετὴ τοῦ Ἀγαμέμνονος, τοῦ βασιλέως τῶν Μυκηνῶν, ἐτύγχανεν οὖσα, ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐν ᾧ ὁ Τρωϊκὸς καλούμενος πόλεμος ἤρξατο.
Ἴστε δὲ που ὅτι ἐν ᾧ ὁρμούμενον τὸ Ἑλλήνων ναυτικὸν στράτευμα ἐν Αὐλίδι ἐτύγχανεν ὄν, οὐκ ἐξῆν αὐτῷ εἰς Τροίαν ἀποπλεῦσαι. Οὐ γὰρ οὖρος πρύμνηθεν ἄνεμος ἔπνει!! Κατὰ τὸν μάντην Κάλχαντα, τὸν Ἀγαμέμνονα ἔδει τὴν ἑαυτοῦ θυγατέρα, ὀνόματι Ἰφιγένεια, πρῶτα τοῖς θεοῖς θῦσαι ἵνα μέγας οὖρος ἄνεμος πνεύσῃ. Ὅπερ καὶ ἐγένετο!!
Κλυταιμνήστρα, τοῖσδε τοῖς αἰσχροῖς ἔργοις οὐ ποτε συνεχώρησεν ἀλλὰ μάλα μαινομένη ἐπὶ τούτοις οὖσα, τον Ἀγαμέμνονα ὅτε αὖ πάλιν οἴκοι παρεγένετο, ἐν λουτρῷ μετὰ τοῦ Αἰγίσθου ἀπέκτεινεν. Ἀποθνήσκων ὁ Ἀγαμέμνων κυνοπρόσωπον τὴν Κλυταιμνήστρα ἀπεκάλεσεν!! Οἵα γυνὴ!!
Οὕτω, φίλοι, ἡ Κλυταιμνήστρα τῶν δολίων γυναικῶν νομίζεται εἶναι, ἥν ὁ ὑιὸς αὑτῆς Ὀρέστης, ἐν οὐ πολλῷ ὑστέρῳ ἀπέκτεινεν. Εἰσὶ δὲ καὶ τινες τῇ Κλυταιμνήστρᾳ συγχωροῦσιν λέγοντες ὑπέρ τῆς Ἰφιγενείας δίκαιον ἀντίποινον τοῦτο ἦν.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου