Τίνες ἄρα, ὦ φίλοι, εὗρον καὶ ἔθεντο τὴν μέθοδον τῆς χρόνου μετρήσεως, ἧς ἄχρι νῦν καὶ νῦν χρωμένοι κατὰ τὴν πᾶσαν οἰκουμένην ἐσμέν;

Πρὸς τί οὐ τὸ δέκα, οὐδὲ τὸ δώδεκα ἡ βάσις ἐστὶν ἀλλὰ τὸ ἑξήκοντα; Διὰ τί τὴν ἡμέραν διαιροῦσι τὸν τρόπον τοῦτο ὥστ’ αὐτὴν μὲν εἶναι τέσσαρας καὶ εἴκοσι ὥρας, τὴν δέ ὥραν ἑξήκοντα λεπτὰ; Τοιαῦτα καὶ ἄλλα πολλά ἂν ἐπυνθάνετο εἷς περὶ τούτων, ὦ φίλοι.
Καὶ ἡ ἀπόκρισις ἁπλῆ ἐστιν, ὦ φίλοι.
Διότι οἱ Σουμέριοι πρῶτοι ἁπάντων τὴν μέθοδον ταύτην εὗρον, 5000 χρόνους πρὸ τοῦ νῦν!! Ἐν τῷ χρόνῳ ἐκείνῳ, τῷ ἑξήκοντα ἐχρῶντο ὡς βάσιν αὐτοὶ καὶ οὕτω καὶ τὸν χρόνον ἠρίθμουν. Ἐδόκει γὰρ αὐτοῖς τό 60 ὁ ἄριστος ἀριθμὸς εἶναι, ὅς οὐ μόνον τὰς ἡμέρας τοῦ ἔτους ἀκριβῶς διαιρεῖ ἀλλά καὶ διαιρεῖται ὑπὸ τοῦ ἑνὸς, τοῦ δύο, τοῦ πέντε, τοῦ ἕξ, τοῦ δέκα, τοῦ εἴκοσι καὶ τοῦ τριάκοντα.
Καίπερ οἱ Σουμέριοι οὐκέτι ὑπάρχουσιν, ἡ αὐτῶν ἀρίθμησις ἔτι τοσαύτας χιλιάδας ἔτη ἐν ἡμῖν ἐστιν;;
Οὐ θαυμαστὸν;;


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top