Ἀγωνιᾶτε, ὦ φίλοι, μή τι κακόν πάθητε ὑπὸ τῶν κακούργων; Μὴ ἀγωνιᾶτε διότι πανταχοῦ χθονὸς τὰ αὐτὰ κακὰ ἢ καὶ χείρονα τῶν ἐν Ἑλλάδι συμβαίνει.
Ἀνέγνων ἄρτι ὅτι ἐν τῷ Λὸς Ἄντζλες τρεῖς κακοῦργοι, ἐν ὅπλοις ὄντες, εἰσελθεῖν εἰς οἰκίαν τινα ἐπὶ ληστείαν ἐπειράσαντο, ἐν ᾗ ὁ πατὴρ μετὰ τῶν τριῶν τέκνων αὐτοῦ δεῖπνον ἐτύγχανον ἐσθίοντες.
Ὁ πατὴρ, ὅτε αὐτοὺς εἶδεν, λαβὼν τὸ ὅπλον αὐτοῦ, καὶ μάχην δεινὴν πρὸς τοὺς κακούργους ποιήσας, ἕνα ἐξ αὐτῶν ἀνεῖλεν.
Οἱ δύο ἄλλοι κακοποιοὶ εἰς τὴν ἀστυνομίαν σωθέντες, ἀνήγγειλαν τὸ συμβὰν, καὶ οὕτως ἡ ἀστυνομία τὸν πατέρα  εἰς τὴν εἰρκτὴν ἐνέβαλεν. Καὶ τοῦτο σύνηθες ἐκεῖ ἐστιν. 
Ἐξ ὧν ἐν τοῖς σχολίοις ἀνέγνων οὐκ ἀσφαλὲς ζῆν ἐν τῷ Λὸς Ἄντζλες ἐστιν. Τὸ δὲ χείριστον ὅτι οὐ μόνον τοὺς κακοποιοὺς ἡ νομοφυλακὴ οὐ θηρεύει, ἀλλὰ καὶ ἄν αὐτοὺς συλλάβῃ, αὐτοὺς ἀφίησιν αὐτίκα ἐλευθέρους. Ὑμᾶς ὑπομνήσκει τὶ τοῦτο ἤ οὔ; Ὅτιπερ καὶ δεῦρο γίγνεται.. 
Ποῖ βαίνομεν οὐκ ἔχω εἰπεῑν..

Εἰς τὸ ἡμερήσιον ἔργον ὥρα μοι ἀπιέναι. Ἀγαθὴν ἡμέραν..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top