Χρή γὰρ ἡμᾶς καλῶς σκοπεῖν, ὦ θαυμάσιοι, τά ἐν Ἐλλάδι παρόντα. Ἃ μὲν γὰρ ὁ Τσίπρας ἓοικε ψεύδεσθαι, οὐκ ἐξ ἐπιβουλῆς φαίνεται ψευδόμενος ἀλλ᾽ ἄκων, ὑπό τοῦ Σόϊμλε βίᾳ ἀναγκασθεὶς ἃμα μέν ἀποδέξασθαι τρόϊκα ἐν Ἐλλάδι ἃμα δε μή ἐκπληρῶσαι τάς ἐαυτοῦ ὑποσχέσεις.
Τσίπρας, ὦ θαυμάσιοι Ἔλληνες, ὑπεσχημένος ἧν τοῖς Ἔλλησιν τῶν ἐκλογῶν προτοῦ τάδε:
Ι) Οὔποτε ἄν ἐῴη τρόϊκαν ἀφίξασθαι ἐπί Ἐλλάδος ὡς διαπραξαμένη τό μνημόνιον.
ΙΙ) Τήν δανεισαμένην ἐν ἔτι 1940 μάρκων 50.000 μυρίων Γερμανίαν, ἀναγκάζοι ἄν τάχιστα ἀποδιδόναι ἐπί τόκῳ ἡμῖν τοῖς δανείσασιν τοῦτο, τό δάνειον.
ΙΙΙ) Χαράτσια τε καί μνημόνια καταστήσεται ἄκυρα αὐτίκα νόμῳ ὡς Ἔλληνες ποιησόμενοι εὐδαιμονέστεροι.
Αἰρεθεῖς οὖν πρωθυπουργός τῶν Ἐλλήνων τῆς 25/1/15 Τσίπρας τε καί ἡ ἐπιμελούσα ἡμῶν ἀρχή, ὃσπερ Βαρουφάκης τε και λοιποί, μάλα εὐδόκιμοι ἦσαν ἐν τοῖς Ἕλλησιν ὃτι ὑπερέχοιεν τιμιότητι πάντας καί ἀληθεύοιεν κατά τοῦ χρέους τε καί τῶν παρόντων χαλεπῶν πραγμάτων ἐν Ἐλλάδι. Ἔτι δε ἐβούλοντο αὐτίκα νόμους θεῖναι περί πάντων τῶν ὑπησχεμένων τοῖς Ἔλλησιν.
Προϊόντος ὃμως, φίλτατοι, τοῦ χρόνου ἀπό ἐκλογῶν κατάδηλον ἐγένετο τοῖς πᾶσιν ὃτι Γερμανοί οὔκ ἑῷεν παρά πᾶν Τσίπραν ἐκπληρῶσαι τάς ἐαυτοῦ ὑποσχέσεις καί τούτου ἔνεκεν εἰσί τινές ἐν Ἐλλάδι οἳ λοιδωροῦσι Τσίπραν τε και καταγελῶσιν αὐτῷ ὃτι τάς ὑποσχέσεις οὔκ ἄν δύναιτο ἐκπληρῶσαι μή πως ἄν εὐημερία ἐπιτελεσθῇ ἐν Ἐλλάδι. Οὖτοι δε οἱ λοιδορούντες πλείους καθ´ ἑκάστην γίγνονται τῶν τῇ προτεραίᾳ.
Ὡς ἐγῶμαι, φίλτατοι, χρή πάντας τούς Ἐλληνας ὁμοῦ ὑπομένειν τε και καρτερεῖν τούς κινδύνους, τάς ἀπειλάς καί τούς ἄλλους αἰσχρούς και ἀδίκους λόγους οὖς κυρίως Γερμανοί καθ´ ἐκάστην λέγουσιν ἐναντία ἡμῖν. Γένοιτο.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου