Ἄρχομαι τοῦ λόγου, ὦ φίλτατοι, ἀναμιμνήσκων ὑμᾶς τό ὑπό Σωκράτους λεχθέν  περί τῶν ἀρχόντων.Ἔλεξεν οὖν ὁ Μέγιστος ὅτι:
”Ἀντὶ δὴ φιλονίκων καὶ φιλοτίμων ἀνδρῶν φιλοχρηματισταὶ καὶ φιλοχρήματοι τελευτῶντες γίγνονται, καὶ τὸν μὲν πλούσιον ἐπαινοῦσίν τε καὶ θαυμάζουσι καὶ εἰς τὰς ἀρχὰς ἄγουσι, τὸν δὲ πένητα ἀτιμάζουσι.” !!!
Ὥσπερ, ὦ ἀγαθοί, και οἱ νῦν ἄρχοντες πράττουσιν!!!!
Νῦν δέ, ὦ Ἔλληνες, ἐρωτῶ ὑμᾶς τόδε:
Πῶς ἀν πάλιν πρωθυπουργόν ἐν Ἐλλάδι ἐλώμεθα τῇ εἰκοστῇ Σεπτεμβρίου;
Τίνος τήν γνώμην χρή ἡμᾶς ἐλέσθαι; Τσίπρα ἤ Μεϊμαράκη ἤ οὐδετέροιν;
Πρέπει δη ἡμᾶς ἀπέχεσθαι ἐκλογῶν ἤ οὔ;
Τί ἐστί τό βέλτιον τῇ Πατρίδι τε καί ἡμῖν; 
Τίσι ἀεί λόγοις πείθουσιν Ἔλληνας οἰ πολιτικοί ἄρχοντες μετέχεσθαι τῶν ἐκλογῶν; 
Ἆρα, ὦ φίλτατοι, μνημονεύετε τοὺς τῶν πολιτικῶν ἔμπροσθεν λόγους, οὓς ἀεί ψευδόμενοι λέγουσιν ὅταν τήν ψήφον βούλονται ὑφαρπάσαι;
Μέμνησθε οὖν τὴν προτέραν ἐκλογὴν τῶν βουλευτῶν, οἵους ἐξελέξαμεν; Τσίπραν, Λαφαζάνην, Κωνσταντοπούλου, Λαμπαβίτσα, Χαϊκάλην, Τασίαν κλ.π.
Μέμνησθε ὅτι τῶν γεγενημένων συμφορῶν ἐν Ἐλλάδι οἱ πολιτικοί αἴτιοι εἰσίν; Τράπεζαι, μνημόνια, μισθοί κλπ.
Εἰ ταῦτα ἀληθῆ λέγω, ἀναμιμνήσκεσθε.
Διὰ ταῦτα τοίνυν χρή ἡμᾶς σκέψαι ἐάν ἡμῖν συμφέρη μετέχεσθαι τῶν ἐκλογῶν μᾶλλον ἤ ἀπέχεσθαι, ὡς ἐμοί δοκεῖ, τό παράπαν.
  Εὐχαριστῶ ὑμῖν. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top