Βουλοίμην ἄν διά βραχέων ἡμᾶς ἐπιμνησθῆναι, ὦ φίλοι Νεοέλληνες, περί τῶν ἐν Ταυρίδι Ἐλληνίδων πόλεων, εἰδώς ὅτι πλεῖστοι τῶν Νεοελλήνων πρῶτον μέν ἀγνοοῦσιν τό παράπαν τῶν ἔργων αὐτῶν, ἔπειτα δε καί τῆς συγγενείας, οἴης αἱ πόλεις ἔτι καί νῦν φέρουσιν τοῖς ἀρχαίοις Ἔλλησιν παλαιόθεν. 
Ἐν τῇ Ταυρίδι χῶρᾳ, οἴην Κριμαία οἱ νῦν καλοῦσιν, πλῆθος Ἐλληνίδων πόλεων ἦσαν τό παλαιόν, ἔτεραι μέν ἐπί θαλάττῃ ἄλλαι δε ἐν τῇ πεδιάδι, Μιλησίων τε καί Μεγαρέων ἀποίκων οὐσῶν ἐπί τό πλεῖστον. Αὗται δε ἄπασαι ξένια τε καί τεταγμένον δασμόν χρημάτων ἔπεμπον τοῖς Ἔλλησιν καθ´ ἔκαστον ἔτος.
Τά μέν ἀρχαῖα ἔργα αὐτῶν διά τάς Χριστιανῶν φθοράς καί διά τό μῆκος τῶν ἐτῶν σχεδόν ἡφανίσθη. Τό δέ περιλειπόμενον τῶν σφαγῶν Ἐλληνικόν γένος αὐτῶν, κατελείπετο ἀγράμματον τε καί ὄρειον, ὥσπερ και ἐν τῇ ἠμετέρᾳ μητροπόλει ἐγένετο, καί οὔτω τὰς ἀρετὰς καὶ τήν τῶν ἔμπροσθεν Ἐλλήνων πολιτείαν ἀγνοοῦμεν ἄμφω, ἠμεῖς τε καί οὖτοι, τό παράπαν. 
Ἡμεῖς γάρ, οἱ τῆς μητροπόλεως, καὶ οἱ ἡμέτεροι, οἱ τῶν Ἐλληνίδων πόλεων,  τοῦ αὐτοῦ γένους πάντες ἀδελφοί ἐσμέν καί τούτου ἔνεκεν, προσήκει ἡμᾶς εἰδέναι πρῶτον μέν περί τοῦ πολιτισμοῦ αὐτῶν ἔπειτα δε ὅτι καί οὖτοι Ἔλληνες εἰσίν παλαιόθεν πρός τό Ἐλλήνων ἀρχαῖον περιλειπόμενον γένος ἀεί συγγένειαν ἔχοντες, ὥσπερ συμβαίνει καί ἡμᾶς ἀεί ἔχειν, τούς ἐν τῇ ἠμετέρᾳ μητροπόλει οἰκούντας. 

Ὑγιαίνετε. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top