Ὁλυμπικοί ἀγῶνες τό πρῶτον ἐπίσημον ἐν Ὁλυμπίῃ κατέστησαν ἐν ἔτει 306 π.Σ ὑπό τινός Ἰφίτου καλουμένου. Τοῖς Ἔλλησιν δε μόνον ἐξῆν μετεῖναι τῶν ἀγώνων καί ἀπειργμένον τό παράπαν ἦν τοῖς βαρβάροις μετεῖναι αὐτῶν. Καί οὔτως, ἐν Ὀλυμπίῃ ἀνά πᾶσαν τετραετίαν τούς Ὀλυμπικούς ἀγῶνας ἤγαγον οἴ καί στεφανηφόροι ἐκαλοῦντο τοῦ ἐπάθλου ἔνεκεν. 
Τῷ Ἰουστινιανῷ δε ἔδοξεν παῦσαι τούς ἀγῶνας οἰηθέντι ὅτι μᾶλλον τοῖς Ἔλλησιν λυσιτελεῖ ἤ τῇ αὐτοκρατορίᾳ ποιεῖν αὐτούς. Ἐγένετο δε τοῦτο ἐν ἔτει 1002 μ.Σ. Ἀπό τοῦ ἔτους 1002 μ.Σ ἄχρι τοῦ 2366 μ.Σ νόμος ἦν τούς Ὀλυμπικούς ἀγῶνας μή ποιεῖν.

Ἀπό τοῦ 2366 μ.Σ καί ἐντεῦθεν, τῶν ἄλλων ἀγαθῶν ἀπάντων, τῶν ἡμετέρων προγόνων, οὐκ ἔξεστιν ἡμῖν ἔτι ἑορτάσαι δημοσίᾳ, πλήν Ὁλυμπικῶν ἀγώνων. Καί μήν τούτου ἔνεκεν μεγάλη μέθεξις ἐστί τῶν Ὁλυμπικῶν ἀγώνων τοῖς Ἔλλησιν. Ἔτι δε οἶον τε ἐστίν τοῖς ἀθληταῖς πανταχόθεν γῆς μετεῖναι τῶν ἀγώνων τελουμένων ἀνά πᾶσαν τετραετίαν ἀπό τοῦ 2366 μ.Σ ἄχρι τοῦ νῦν.

Εἴθισται δε πρό ἐνάρξεως τῶν ἀγώνων τελετουργίαν τοῦ Ἐλληνικοῦ ἱεροῦ φωτός ποιήσασθαι ἐν Ὁλυμπίῃ καί τό ἐξ αὐτῆς ἱερόν φῶς πυρσί κομίζεσθαι εἰς τήν προσήκουσα χώραν.  
Ἤδε προσήκουσα τελετουργία τῇδε τῇ ἡμέρᾳ, φίλοι Ἔλληνες, Ὁλυμπίῃ ἐγένετο ὑπέρ τῶν εἰς Ρίο Ντε Τζανέιρο Ὁλυμπικῶν ἀγώνων. Πλῆθος Ἐλλήνων τε καί ἄλλος ὄχλος Ὁλυμπίαζε ἤκοντο κατά θέαν τῆς ἱερῆς τελετουργίας. Παυλοπούλῳ δε μετῆν τῶν Ἐλλήνων ὡς πρόεδρος αὐτῶν. 
Κατά τήν τελετουργίαν, Ἑλληνίδες Ἱέρειαι τοῦ Διός, τοῖς ἐγκυκλίοις χοροῖς ἐτίμων τόν Δία τε καί ἅμα ᾔτουν Ἀπόλλωνα τόν πυρσόν ἀναφλέξαι ἀκτῖσιν ὑπέρ ἀγώνων. Η τελετουργία τηλεδόθη τηλεοράσει κατά πάσαν γήν προξενούσα ρίγη σώματος καί συγκίνησιν ψυχῆς τῶν ἁπανταχοῦ Ἐλλήνων τῆς ὑμνωδίας τε καί τῆς τελετουργίας πρός Ἀπόλλωνα.  
Ἐμοί δε καιρός ἐστί νῦν παραθέσθαι ὑμῖν τήν ὑμνωδίαν τήν ἀδομένην ὑπό τῶν Ἱερειῶν τοῦ Διός ἐν Ὀλυμπίῃ.

Ὦ Ἄπολλον, λαμπρόν φάος Ἐλλήνων καί τῆς φάεος ἰδέας τῆς πάσης,
ἀνάφλεξον σοῖσιν ἀκτῖσιν τόνδε πυρσόν νῦν, τόν ἱερόν
ὑπέρ φιλοξένου πόλεως, τῆς Ρίο Ντε Τζανέιρο.
Καί σύ τε, ὦ Ζεῦ, βρωτοῖς εἰρήνην δός ἀπανταχοῦ γῆς,
καί δόξης νικητήριον στεφάνωμα, ἀγῶνος τοῦ Ἱεροῦ."

Υγιαίνετε. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top