Ἵδεσθε, φίλτατοι, οἷα πάσχει Χαλέπι ὑπό τῶν Δυτικῶν!!!  Πόλεμος γάρ ἐστί τοῖς Συρίοις ἀπό τοῦ 2010 πρός ἀλλήλους!!! Ἔμφυλος πόλεμος, καταστάς ὑπό τῶν Δυτικῶν!!!!! Ὡς δε εἴρηται τοῖς εὖ εἰδόσιν, ἔμφυλος πόλεμος χείριστος ἀπάντων εἶναι!!!!  Ὀποία αἰσχύνη φίλτατοι!!! 
Τῶν αἰσχίστων ἐστί τούς Δυτικούς σφοδρῶς βάλλειν τε καί ζημιοῦν βλήμασιν ἀερόθεν διά ἀεροπλάνων Χαλέπι, ὥσπερ καί ἐγένετο τῇδε τῇ ἐβδομάδι ρίπτοντας οὔτως πάντας τῶν κατοικούντων εἰς τό δυστυχέστερον. Καί ὡς ἀληθῶς οὔκ ἔστιν ὅπως τέλος γίγνεται τῶν ἐν Χαλέπι νεκύων καί κίνδυνος μέγας ἐστίν τῶν οἰκούντων πλείονας ἀπόλλυσθαι βομβαρδισμῶν ἔνεκεν. 
Τῇδε τῇ ἑβδομάδι, καλουμένη " Μεγάλη ἐβδομάς" ὑπό τῶν χριστιανῶν, πλέον τῶν 200 ἀπεκτείνοντο ἔνθεν τε καί ἔνθεν τῶν ἀντιμαχομένων, ἐξ ὦν καί παῖδες ἀμφί τούς 30, ὡς ἠγγέλθη ὀψέ τῆς προτεραίας ὑπό τοῦ καλουμένου "Συριακό Παρατηρητήριο Ανθρώπινων Δικαιωμάτων". Ἔτι δε ἠγγέλθη ὅτι τοῖς πλείστοις τῶν ἀναγκαίων ἐνδεῖ τῶν οἰκούντων ἐν Χαλέπι καί ὅτι οὐ πολλοῦ δεῖ Συρίους αἱρεθῆναι ὑπό λοιμοῦ!!!! Οἱ δε χριστιανοί ἑορτάς ἄγουσιν τῆς ἀναστάσεως τοῦ Χριστοῦ!!!! Ὁποία ὑποκρισία!!!! Εὐρωπαῖοι ὑποκριταί!!! 
Εὖ οἴδατε, φίλτατοι, ὅτι τοῦ πολέμου ἔνεκεν πλεῖστοι ἀπολείποντες Συρίαν ἱκετεύουσιν ἔτι καί νῦν τῶν Εὐρωπαίων εἰκότως αὐτούς ἀποδεχθῆναι ἄχρι καταλύσεως τοῦ πολέμου εἰς Συρίαν. Οἱ δε Εὐρωπαῖοι ἀποφράξαντες τάς χώρας αὐτῶν οὔκ ἀποδέχονται τήν ἱκεσίαν ἀπείργοντες Συρίους εἰσβαίνειν εἰς Εὐρώπην. 
Ὁψόμεθα ταχά εἰρήνην; Οὔκ ἔστι ὅστις εἰδέναι ἀκριβῶς περί τούτου. Εἴρηται δέ τοῖς εὖ εἰδόσιν, ὅτι ὥσπερ το παλαιόν οὔτω καί νῦν ἴδιον ἐστί τούς Δυτικούς ἐξ ἐπιδρομῆς βίᾳ λαμβάνειν τά ἐπιτήδεια τε καί ἀποκτενεῖν ὅπλοις τούς ἐναντιουμένους αὐτοῖς. 
Ὁ παρών δεινός ἔμφυλος πόλεμος  οὔκ ἔστι ὅπως καταλυθῆναι τε καί Συρίαν εἰρηνεύεσθαι ἄνευ τῆς Δυτικῶν βουλήσεως!!!!!

Ὑγιαίνετε.  

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top