Χαίρετε, ὦ γενναῖοι Ἕλληνες, ἀγλαά  Ἑλλήνων τέκνα.

Πούτιν, ὦ φίλοι, ἀληθῶς οἶος τε ἐστίν εἰς ἑκάστην χώραν ἰών τούς ἑκάστοτε διοικοῦντας, δόλῳ τε καί τρόμῳ χρώμενος, τούτους πείθει τούς ἐκείνων συμμάχους ἀπολιπόντας τῇ Ρωσίᾳ συνεῖναι καί χάριν προσειδέναι. Ἴσως ἄν τις ὑμῶν ὑπολάβοι "Ἴνα τί γένηται τοῦτο λέγεις, ὦ Εὐμήχανε;". Καγώ νῦν πειράσομαι ἀποδεῖξαι ὑμῖν τί ποτέ ἐστι τοῦτο ὁ τούτην τήν φήμην τῷ Πούτιν κατεσκέδασεν. Ἀκούσατε, ὦ Ἔλληνες. 
Εὖ οὖν πάντες μέμνησθε ὅτι Ρωσικόν μάχιμον ἀεροπλάνον, ἄκλητον πετόμενον ἐσχάτως ὕπερθεν Τουρκίας ἐγγύς τῶν Συρίας ὁρίων, πυρβληθέν ὑπό Τούρκων πυραύλῳ, κατέπεσεν σφοδρῶς κατά γῆς, τοῦ πιλότου δε ἀποθανόντος ὑπό τῆς καταπτώσεως. Πολύς δέ λόγος καί φήμη γέγονε περί τούτου κατά πᾶσαν τήν οἰκουμένην. 
Πούτιν οὖν, μαθών τοῦτο, ὥσπερ ἀπόπληκτος καί παντελῶς μαινόμενος ὡρύετο καί τότε μέν ἠπείλει ἐμβαλεῖν εἰς Τουρκίαν, τότε δε τούς Ρώσσους οὔκ ἐάσει ἐλθεῖν εἰς Τουρκίαν τῷ θέρει, αὖθις δε οὔποτε σπονδάς τῆς εἰρήνης ποιήσεται πρός Τούρκους καί ἄλλην φλυαρίαν πολλήν φλυαρών ὧν οὐδέν οὔτε μικρόν τι οὔτε μέγα πώποτε πεποίηκεν. 
Και οὔχ ὡς ἀτιμάζων τόν Πούτιν λέγω ταῦτα, ἀλλά οὖτος ἀναπηδών, ὦ Ἔλληνες, ὅτι ἄν τύχῃ λέγει καί πράττει, τῶν συμμάχων πάντων ἀμελῶν τε καί χαριζόμενος τῇ προσπιπτούσῃ εὐκαιρίᾳ. 
Μάλιστα δε, περιερχόμενος κατά τήν Ἐλλάδαν καί ἔτι ἐσχάτως κατά τό καλούμενον "Ἁγιον Ορος", ἔλεγεν ὅτι αὐτός εἰς ἀφθονίαν παρέξεται ὄπλα τε καί πολλήν δύναμην εἰς τήν Ἐλλάδαν, ὅπως οἶον τε ἐστιν ἡμῖν ἀμύνεσθαι βέλτιον τούς Τούρκους. Καί ἔτι δε Πούτιν ἐστράτευσεν καί εἰς τήν Συρίαν, μεγάλῳ στόλῳ, ἀπορίαν τε καί φόβον μέγα ἐμβάλλων τοῖς Τούρκοις τε καί τῷ ΝΑΤΟ.
Οὖτος οὖν, ὁ Πούτιν, φίλοι Ἔλληνες, ἐπί τό ἄκρον ἐκαρτέρει μαινόμενος ἄχρι τῆς σήμερον ἡμέρας. Καί ἐγώ, φίλτατοι, τόν Πούτιν ἐμακάριζα εἰ ὡς ἀληθῶς οὔτω καλῶς βούλεται ὑπέρ ἡμῶν, τῶν Ἐλλήνων, καί οὔτως ἐμμελῶς φυλάττει ἡμᾶς ἀπό τῶν Τούρκων. 
Ἐξαίφνης, φίλτατοι, ἐν facebook τῆς σήμερον ἐσπέρας, ἀπόπληκτος ἀνέγνωσα τήν νέαν αὖ φιλίαν τε καί σπονδάς εἰρήνης αὐτῶν, τῶν Ρώσων τε καί Τούρκων!!!!!! Καί ἔτι ὅτι τῆς χαλεπῆς ἔριδος λύσις εὐρέθην ὑπό τοῦ Πούτιν τε καί Ἐρντογάν καί προθύμως συνεμάχησαν!!!! Τῶν δέ Ἐλλήνων οἱ πλεῖστοι ἐκπεπληγμένοι ἐν πολλῇ ἀπορίᾳ διατελοῦσιν ὄντες ἔτι καί νῦν ἐρωτῶντες ἀλλήλους ἴνα τί γέγονε τοῦτο!!!!! 

Ἔτι δε τῶν Ἐλλήνων πάντες μέμνηνται ὅτε τούς S-300 ἐβούλοντο οἱ Ρώσοι θαλάττῃ ἀπό Ρωσίας εἰς Κύπρον μετενέγκωσι, αὐτοῦ, τοῦ Πούτιν εἰρημένου  τόδε:
"Εἰ Τούρκοι κώλυμα φοράς θήσουσιν, τοῦτο ὡς ἀληθῶς αἴτιον πολέμου ἡμῖν ἔσται"!!! 
Οἶον ἔπος φίλτατοι εἴρηται τῷ Πούτιν!!! Αἰτιον πολέμου!!!  Casus belli!!!!! 
Καί τί οἴεσθε γεγογέναι φίλτατοι εἰς τέλος; Ἀκούσατε, φίλτατοι, ἀκούσατε. Ὥσπερ οὐδείς ηὔχετο, Τούρκοι οὐδέπη εἴασαν τήν μεταφοράν γενέσθαι εἰς Κύπρον τό παράπαν καί τούτου ἔνεκα εἰς Κρήτην μετήνεγκαν τούς S-300!!! 
Καί τί ποτέ Πούτιν ἤ ἔπραξεν ἤ ἔλεξεν, ὑμῖν δοκεῖ, περί τούτου, ὦ γενναῖοι Ἔλληνες;  Οὐδέν, οὔτε τι σμικρόν οὔτε τί μεγάλον!!!!!! Οὐδέν το παράπαν, φίλοι Ἔλληνες!!! 
Καί οὐπώποτε τῇ ἀληθείᾳ ἐπράχθην ἀπό τῶν Ρώσων οὐδέν ἔργον ἀξιόλογον ἀπό τοῦ παλαιοῦ ὑπέρ τῆς Ἐλλάδος!!! Τετρακόσια ἔτη, φίλτατοι, δουλεύοντες δουλείαν δεινήν τοῖς Τούρκοις διετελέσαμεν ὄντες, οὐδενός τῶν Ρώσων ἐπικουροῦντος ἡμῖν!!! 
Οἶμαι δε, φίλτατοι, τούς καιρούς παριέναι και πάνυ χαλεπόν ἡμῖν εὑρεῖν τῶν νῦν πολιτικῶν τινά ὅς τῆς πολιτικῆς ἀρετῆς ἐπιστήμων ἐστίν, ὥσπερ ὁ Περικλής ἦν κατά τό παλαιόν. Τοῦτο γάρ μοι δοκεῖ καλόν ἄν εἴη, εἰ τῶν πολιτικῶν τις οἶος τε εἴη ποιεῖν τούς ἀνθρώπους ἀγαθούς τήν προσήκουσαν ἀνθρωπίνην ἀρετήν. Ἀλλά οὐ γάρ ἐπίσταμαι τοιοῦτον τινά οὐδένα τῶν νῦν πολιτικῶν, ὦ φίλοι, ὅς ἔτι καί τήν Ἐλλάδαν μείζονα ποιήσειν. 
Ἐν τούτοις τοῖς μεγίστοις καιροῖς  χρή φυλάττεσθαι ἡμᾶς ἀπό τοιούτων ..δεινῶν φίλων, ὥσπερ ὁ Πούτιν, μᾶλλον ἤ ἀπό πολεμίων.!!!!!! 

Χαίρετε, ὦ γενναῖοι Ἔλληνες!!!! 

Εὐμήχανος. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top