Καλήν ἡμέραν ὑμῖν λέγω, ὦ τῆς ἀπανταχοῦ γῆς φίλτατοι Ἔλληνες. Καί τῇ ἀληθείᾳ αἰθρίας οὔσης Εὐρώπῃ ἤστραψε τε καί κεραυνός κατέσκηψεν  τοῦ BREXIT. Ἀναλάβωμεν οὖν ἐξ αρχῆς τίς ἡ αἰτία τοῦ BREXIT καί Ἄγγλοι πιστεύοντες τήν φυγήν ταύτην ἐψηφίσαντο. Ἄρχομαι δε τοῦ λόγου ἀπό τῆς Ἐλλάδος τό πρῶτον. 

Εὖ ἴστε, ὦ θαυμάσιοι, ὅτι Ἐλλάς ἀεί διατελεῖ οὖσα χρεωφειλέτις, τοῦ 1821 καί ἐντεῦθεν ἀπό, καί ἀεί ἀπαιτουμένη ὑπό τῶν δανειστῶν τό χρέος, τό πρῶτον παρακαλεῖ ἀναβολήν αὐτῇ παρέχεσθαι φάσκουσαν ἀπορεῖν. 
Ἔτι δέ καί νῦν, ἐν ἔτει 2016, καί ἐν τοῖς μεγίστοις καιροῖς  χρεωφειλέτις τυγχάνει οὖσα καί δεῖ ἡμᾶς τε καί τά ἡμέτερα τέκνα τελέσαι χρήματα τοῖς δανεισταῖς πλείω ἤ σύμπαντες οἱ ἄλλοι Εὐρωπαῖοι!!! Ὅτι δέ Ἐλλάς ἀπορεῖ χρημάτων, παρόντων καί τῶν δανειστῶν, πωλεί ἥν μόνην ἔχει οὐσίαν, τάς καλουμένας ΔΕΚΟ, ὠνητῶν δέ μή προσερχομένων τό παράπαν τοῦ ἐπιτιμίου ἔνεκα. 
Καί τίνες, φίλτατοι, οἴεσθε εἶναι τούς δεινούς δανειστάς, ἐξ ὤν Ἐλλάς ἀεί χρέος ἐπί τόκῳ λαμβάνει καί μή δυναμένη ἀποδιδόναι τοῦτο αὐτοῖς τόκου ἔνεκα, δεινή ἐπιτοκία οὖτοι προστιθέασιν; 
Ἄξιον βραχύ ἡμᾶς μεμνῆσθαι αὐτῶν, μάλιστα δε τῶν δεινῶν ἔργων αὐτῶν. Οὖτοι, φίλτατοι, Γερμανοί, Ἄγγλοι, Γάλλοι καί τινές ἄλλοι οἱ επίσημοι δανεισταί ἡμῶν εἰσίν. Τούτων δε μάλιστα Ἄγγλοι οἶς οἰκονομία ἐρρωμενεστάτη τό πᾶλαι ἦν, ἐπίσημοι δανεισταί ἡμῶν ἐτύγχανον ὄντες πλειστάκις. 
Καί τίς οἴεσθε τόν τόκον εἶναι ἐκάστοτε, τόν αἰτούμενον ὑπό Ἄγγλων; ἐπί ἑννέα ἤ ἐπί δέκα Εὐρώ τοῖς ἑκατόν!!!! Τοῦτο μᾶλλον ἀήθης τοκογλυφία ἤ συνήθης τόκος μοι δοκεῖ εἶναι!!! Τῇ ἡμετέρᾳ ἀνάγκῃ ἑκάστοτε χρώμενοι, ἔθετον οἶον τόκον ἐβούλοιντο ἄν, ὡς ἔπος εἰπεῖν!!!! Πολλοί δε οἱ τοιούτοι ..φίλοι ἡμῶν γεγόνασιν οὕς ἐγώ μᾶλλον φοβοῦμαι ἤ τούς πολεμίους ἡμῶν.  
Πρός δε τούτοις καί πολλοί κατήγοροι ἡμῶν γεγόνασι πρός πᾶσαν τήν οἰκουμένην, μάλιστα δε οἱ Ἄγγλοι λέγοντες καί λοιδοροῦντες ὡς ἔστι τίς λαός ράθυμος, τά ραθυμότατα ἀεί αἰρούμενος, Ἔλληνες καλούμενοι, ὅς χρέος λαμβάνων, οὐπώποτε ἀποδιδόασι τοῦτο τοῖς δανεισταῖς. Καί οὐδέν, φίλτατοι Ἔλληνες, τούτου ψευδέστερον!!  Καί διά αὐτό τοῦτο χρή ἡμᾶς μᾶλλον φυλάττεσθαι ὑπό τοιούτων .. δεινῶν φίλων. 
Νῦν δε, φίλτατοι, οἶμαι τούς καιρούς παριέναι ἐν οἶς Ἄγγλοι δανεισταί καί τιμωροί ἐγένοντο τοῖς ἀνθρώποις τε καί τόν ἔσχατον καιρόν τῆς χρεοκοπιας διαβιοῦσιν ὅτι χείρονες χρεοφειλέται τυγχάνουσιν ὄντες μᾶλλον ἤ οἱ Ἔλληνες!!! Καί τῇ ἀληθείᾳ οὖτοι χρέος μέγα τοῖς πᾶσιν ὀφείλουσιν μή δυνάμενοι ἀποδιδόναι τοῦτο. Καί οὔτως ἐχόντων τῶν πραγμάτων, ᾤοντο βέλτιον εἶναι αὐτούς ἀπολιπεῖν Εὐρώπην τε καί τάς σπονδάς λύειν μᾶλλον ἤ μένειν τε καί μή φεύγειν. Οὔτω τῶν Ἄγγλων οἱ πολλοί, ἤτοι τό  52% αὐτῶν, ἐψηφίσαντο, τῇ προτεραίᾳ (23/6), φεύγειν τε καί μή μένειν ἐν Εὐρώπῃ, τρόμον μέγα καί κατάπληξιν προξενοῦντες τῶν πάντων!!! 
Ὅτι μέν νῦν ἡμεῖς, φίλτατοι Ἔλληνες, πεπονθότες ἐσόμεθα τοῦ BREXIT ἔνεκα, προϊόντος τοῦ χρόνου, οὔκ οἶδα. Πολλοί ἐν Ἐλλάδι εἰσίν οἵ λέγουσιν ὅτι βέλτιον ἄν εἴη ἡμῖν τοῦτο, τό BREXIT μᾶλλον ἤ BREMAIN. Οὐ γάρ ἄν δήπου ἔτι Γερμανοί  αἰτοῖεν χαλεπά μέτρα τε καί φόρους τιθέναι ὥσπερ τό πρότερον. Φόβος μέγας γάρ ἔστι κατά τήν Εὐρώπην μή καί τήν Ἐλλάδαν καταλιπεῖν αὐτήν, μιμουμένη τήν Βρεττανίαν τήν φυγήν.  
Ὁ Ἐλλάδος πρωθυπουργός, φίλτατοι, ἀκουστός νῦν τυγχάνει ὤν τοῖς Εὐρωπαίοις καί ἀρκοῦντος ἰκανός διαλέγεσθαι πρός αὐτούς. 
Βουλόμενος οὖν σώτειρα τύχην διδόναι ἄν Δία τοῖς Ἄγγλοις διατελώ τό λοιπόν. 

Χαίρετε

Εὐμήχανος. 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top