Δίκαιον τε καί ἄξιον πᾶσιν ἡμῖν, ὦ θαυμάσιοι, τοῦ Ὁμήρου δι´ ὀλίγου μεμνῆσθαι. Οὖτος ὁ ἀνήρ διδάσκαλος πάσης τέχνης πολιτισμοῦ καί μέγας πόρος τοῖς βροτοῖς πέφηνε πρός φιλοσοφίαν τε καί θέατρον. Μέγας ποιητής τε καί πολεμογράφος ἦν καί θαυμαστός ἐν ἀνθρώποις τῆς σοφίας αὐτοῦ ὅς ἀμείνους ἐκ χειρόνων πάντας τούς Ἔλληνας ἀπετέλεσεν. Καί τοῦ ἀνδρός τούτου ἔνεκεν ἡ Ἐλλάς πολίτας ἀμείνους εἶχεν ἤ ἅπασα ἡ ἄλλη οἰκουμένη. 
Ἐλογιζόμην δε πρός ἑμαυτόν ὅτι οὐ ράδιον μοι εὐρεῖν λόγον δι οὗ τιμήν τῶν ἐπαξίων  νεῖμαι τῷ Ὁμήρῳ. Τὴν πᾶσαν μέντοι Ἑλλάδα πεπαίδευκεν οὗτος ὁ ποιητὴς πρὸς πολιτισμόν, μάλιστα δέ πάντων πρός τραγωδίαν. Τῆς αὐτοῦ, εἰ δή τίς ἦν σοφία καί οἶα, τῶν ἀρχαίων φιλοσόφων πολλοί μαρτυροῦσιν φάσκοντες μηδένα εἶναι ποιητικώτερον τοῦ Ὁμήρου καί οὐδείς πώποτε ἀντεῖπε Ὅμηρον μή οὐ καλῶς ἔχειν τήν ποίησιν.  Σωκράτης δε ἐν Πολιτείᾳ ἀποφαίνει "Ὅμηρον ποιητικώτατον εἶναι καὶ πρῶτον τῶν τραγῳδοποιῶν" !!!!! Κινδυνεύει εἴπερ ἀδύνατον ἡμῖν εἶναι οὐδέ ἐγγύς εὐρεῖν οὐδένα τούτου καί προσοφείλωμεν χάριν αὐτῷ πλείω μᾶλλον ἤ ἐτέρῳ τινί τῶν ποιητῶν!!!
Μέγα δε συνεβάλλετο τῷ Ὁμήρῳ εἰς τό τιμᾶσθαι καί ὅτι τά Ὁμηρικά ἔπη, Ἰλιάς τε καί Ὀδύσσεια, γέγραπται τούτῳ, ἅ καθομολογεῖται τῶν γραφῶν ἁπάντων παλαιότατα εἶναι. 
Πρός δε τούτοις ὁμολογεῖται ὅτι τῷ Ὁμήρῳ γέγραπται καί ἄλλα ἔπη πλήν ἤ Ἰλιάς τε καί Ὀδύσσεια. Ἡ καλουμένη Βατραχομυομαχία τε καί τινά τῶν ἐπῶν τοῦ καλουμένου ἐπικοῦ κύκλου γέγραπται τούτῳ!!!.
Εὖ μέντοι ἴστε τόν Ἀχαιῶν πόλεμον ἐπί τῆς Τροίας πολιορκουμένης ὑπό τῶν Ἐλλήνων ἐπί δέκα ἐτη. Τοῦ πολέμου τούτου περί Ὁμηρος συνέθηκε τήν μέν Ἰλιάδαν εἰς 15693 στίχους, φάσκων ᾧ τρόπῳ ἡ ἄλωσις ἐγένετο ὑπό τῶν Ἐλλήνων, τήν δε Ὀδύσσειαν εἰς 12110 στίχους φάσκων τίνα τρόπον Ὀδυσσεύς ἤκετο ἐπί τήν Πηνελόπην εἰς Ἰθάκην προσπαλαίων ἐν τοῖς κινδύνοις ἐπί δέκα ἔτη.
Οὖτος γάρ ὁ ὰνήρ, ὁ Ὅμηρος, οἶος τε ἦν εἰς ἑκάστην τῶν Ἐλληνίδων πόλεων ἰών τά ἔπη αὐτοῦ διδάσκων τούς νέους ἐξ οὗ καί τοσαύτη φήμη τε καί λόγος γέγονεν περί τούτου. Οὖτος δε καί εἰς ἀγῶνα ποίησεως ποτέ ἐλθών τῷ Ἠσιόδῳ ἐν Χαλκίδι δεύτερος ἦλθεν πρός Ἠσίοδον. 
Ὅμηρος, καθά φησίν, ἐγένετο ἀμφί -800, Ἴων τό γένος, τοῦ Μαίωνος καί τῆς Κριθηίδος υἱός ἦν, καί τό πρῶτον Μελησιγένης ἐκαλεῖτο. Λέγεται δε πού τυφλογενήν τόν Ὅμηρον γεγενῆσθαι καί ὅτι τούτου ἔνεκα Ὅμηρος ἐκλήθην. Οὔκ ἔχω εἰπεῖν περί τούτου. 
Ἐπτά δε τῶν Ἐλληνίδων πόλεων ἐρίζουσιν περί τοῦ γένους αὐτοῦ, εἰ καί ἐκ Σμύρνης μᾶλλον ἔοικεν εἶναι. Τέθνηκεν δε, ὡς λέγεται εἰς νῆσον Ἵον.  
Μετά τόν θάνατον τούτου, Σαπφώ  τό πρῶτον ἔχρησε τοῖς Ὁμήρου ἔπεσιν ὡς παιδεύσουσα τῶν ἑαυτῆς πολιτῶν πάντας πρός φιλοσοφίαν. Καί τῷ ὄντι βελτίους αὐτούς ἐποίησεν χρωμένη τῷ ἐγκυκλίῳ χορῷ τε καί τοῖς Ὁμήρου ἔπεσιν. 
Ἐπί Πεισιστράτου τά ἔπη καί εἰς Ἀθήνας ἀφίκοντο ἔνθα τοῦ χρόνου καί τό πρῶτον ἐγράφησαν τε καί συνήφθησαν τοῖς Παναθηναίοις καί τῶν ἀγωνισμάτων πολλά χάριν Ἀχιλλέως ἐτελοῦντο ὥσπερ το τέθριππον τε καί οἱ ἀποβάται. Τῶν Ἀθηναίων οὔκ ὁλίγοι ἀπό στήθους  ἀπήγγελλον τά ἔπη καί οὔτως Ὁμηρισταί ἐκλήθησαν. Οὔτως Ἀθηναῖοι, χρώμενοι τοῖς ἔπεσιν, οὐ μόνον ἐγένοντο περί τούς ἀνθρώπους δικαιότεροι τοῦ πρόσθεν ἀλλά και περί τούς θεούς εὐσεβέστεροι. 
Τά ἔπη ἔτι καί νῦν διδάσκονται εἰς πολλάς τῶν χωρῶν ὡς ἰκανός καί ἀναγκαῖος πόρος πρός τόν πολιτισμόν τε καί δικαιοσύνην. Ἔοικεν, φίλοι, ὅτι  ἔτι καί νῦν ἐπί πᾶσαν τήν Εὐρώπην κατά τήν ποίησιν ἐπίσημος καί ὁνομαστότατος πάντων τυγχάνει ὤν ὁ Ὅμηρος !!!  

Χαίρετε.

Εὐμήχανος. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top