Ἀνδρέας εὐγενοῦς πατρός μέν ἦν υἱός, τοῦ Παπανδρέου Γεωργίου, καί τῆς Μινέικο Σοφίας, τό δε γένος ἐξ Ἐλλάδος τά πρός πατρός τε καί ἐκ Πολωνίας τά πρός μητρός. Ἐγεννήθη δέ τῇ πέμπτῃ ἡμέρᾳ τοῦ Φεβρουαρίου ἐν ἔτει 1919 ἐν τῇ Χίῳ καί ἐκ τοῦ καρκίνου ἐτελεύτησε τῇ εἰκοστῇ τρίτῃ ἡμέρᾳ τοῦ Ἰουνίου ἐν ἔτει 1996 ἐν Ἀθήναις ἐπτά καί ἐβδομήκοντα ἔτη γεγονώς. 
Παπανδρέου γυναίκας τρεῖς ἐφεξῆς, εἰς γάμον αὐτῶν ἦλθεν κατά τόν βίον αὐτοῦ. Πρῶτον μέν τῆς Χριστίνας Ρασσιάς ψυχολόγου, δεύτερον δέ αὖ τῆς Μαραγαρίτας Τσαντ, τό γένος ἐξ ΗΠΑ, ἐξ ἧς τέκνα τέσσαρα τῷ Παπανδρέῳ ἐγεγόνασιν καί τρίτον δε αὖ, ἐγγύς τοῦ γήρατος ἀμφί τά ἐβδομήκοντα ὤν, τῆς Λιάνη Δήμητρος ἀμφί τά τριάκοντα οὔσης, ἐπιτηδευούσης τήν ἀεροσυνοδοῦ τέχνην!!!!
Παπανδρέου διδακτορικήν διδαχήν περί τήν οἰκονομίαν τε καί φιλοσοφίαν ἀκούσας ἀπόφοιτος ἐγένετο παρά τοῦ Χάρβαρντ ἐν ἔτει 1943 ἐξ οὗ καί οἶος τε ἐγένετο παιδεύειν ἀνθρώπους. Ἐντεῦθεν ἐπί ἄλλα πανεπιστήμια ᾔει ὡς παιδεύσων ἀνθρώπους ὥσπερ τό Μπέρκλεϊ τε καί Μινεσότας(1956-59). Μετά ταῦτα ᾔει ἐπί τό πανεπιστήμιον τῆς Στοκχόλμης(1968-69) τε καί τό  Γιόρκ(1969-74) ὡς καί ἐνταῦθα βελτίους ποιήσει τούς ἀνθρώπους περί τά οἰκονομικά. Ἐν Σουηδία δε ἄκοντι μή ἰθυγενές τέκνον ἐγένετο αὐτῷ!!! 
Ἐπί τῶν ἐν Ἐλλάδι τυράννων τοῦ 1967, Ἀνδρέας εἰς ζήτησιν ἐπικουρίας ἐτρέπετο περιιών τήν Εὐρώπην βουλόμενος καταλῦσαι τήν ἀρχήν αὐτῶν. Πρός τοῦτο δε καί ἐταιρίαν ἀντιστασιακήν ἐποίησεν ἐπί τούς τυράννους, κληθεῖσα ΠΑΚ, ἐν ᾖ τῶν Ἐλλήνων πολλοί μέτοχοι γεγόνασιν. Ἐκ τῆς καταλύσεως τῆς τυραννίας ἐν ἔτει 1974, αὐτίκα πολιτικήν ἐταιρίαν ἐποίησεν, καλουμένη ἔτι καί νῦν ΠΑΣΟΚ πρόεδρος δε αὐτῆς διά βίου διατελέσας.  Τό μέν γάρ ΠΑΣΟΚ ἠρέθη κατά τάς ἐκλογάς ὑπό τῶν Ἐλλήνων πολλάκις ἄρχειν τῆς Ἐλλάδος ὁ δε πρόεδρος αὐτοῦ ἄρχων τῶν Ἐλλήνων. Οὔτως Ἀνδρέας Παπανδρέου ἠρέθη τῆς Ἐλλάδος ἠγεμών ἀπό τοῦ 1981 ἄχρι τοῦ 1989 καί ἀπό τοῦ 1993 ἄχρι τοῦ 1996 ἐν ᾧ καί ἀπεβίωσεν. 
Οἶος ἄρχων τε καί ἄνθρωπος Ἀνδρέας ἐγεγόνει μάλα χαλεπόν τινί εἰπεῖν. Πολλά ἀγαθά οὖτος πεποίηκεν τούς Ἔλληνας. Ὑπό τούτου τοῦ ἀνδρός, καί ἐπί τῆς ἀρχῆς αὐτοῦ, πλῆθος καινῶν νόμων ὑπέρ ἀδυνάτων ἐψηφίσθησαν τε καί  ἀρκούντως ἱκανές πρός ἀποτροπήν αἱ ἔνοπλοι δυνάμεις ἐγένοντο. Ἔτι δε καί νόμους ὑπέρ τῶν γυναικῶν πρός ἰσότηταν ἐποιήσεν τε καί τά πάθη τῶν κοινωνικῶν ἐθνῶν νόμῳ τε καί δικαίῳ κατεπράυνεν. 
Ἐκ ταύτης τῆς δράσεως πολλαί χαλεπώταται ἀπέχθειαι τῷ Παπανδρέῳ ἐγεγόνησαν καί τῶν Ἐλλήνων οὔκ ὁλίγοι φθόνῳ τε καί διαβολῄ χρώμενοι κατηγόρουν αὐτοῦ οὐδέν ἀληθές μᾶλλον λέγοντες  ὡς ἔστι τίς πρωθυπουργός, κλέπτης τῶν δημοσίων ἐσόδων τε καί προσόδων ὤν, καί ὡς ἀεί τά ψευδῆ λέγει πρός τούς Ἔλληνας καί ἄλλα τοιαῦτα κατηγορημένα. Οὖτοι δε οἱ δεινοί κατήγοροι γραφήν κλοπῆς ἐγράψατο αὐτόν καί οὖτος ἐπί το δικαστήριον τό πρῶτον ἀναβάς, ὰθῶος ἀδικημάτων ἀπῆλθεν.   
Παπανδρέου, φίλτατοι, ὡς ἐφημερίς Καθημερινή φησί, ὁ βέλτιστος τῶν πρωθυπουργῶν ἀπό τοῦ 1974 καί ἐντεῦθεν ὁμολογεῖται κατά τήν γενομένην δημοσκόπησιν ἐν ἔτει 2010.  

Χαίρετε


0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top