Τῶν πολλῶν κακῶν, ὧν οἱ νῦν ἄνθρωποι πράττουσιν, μάλιστα πάντων τοῦτο θαυμάζω τε καί ἀπορῶ. Τό κακοποιεῖν τά ζώα μίσους ἕνεκεν!!!  Εἰσί δέ οὖτοι οἱ κακοποιοί πολλοί !!! Ζωοφθόροι, φίλτατοι, ἡμῶν οἱ πλεῖστοι γεγόναμεν!!! Καί ὡς ἀληθῶς, φίλοι, ἡμῶν οἱ πολλοί λακτίζουσιν ποσί τά ζώα οἷς ἄν ἐντύχωσιν ἐν τοῖς ὁδοῖσιν, λοιδοροῦσι τούς φιλούντας καί παρέχοντας τροφήν τοῖς ζώοις, διδόασι τοῖς ζῴοις τήν καλουμένη "φόλα" ὡς διαφθεροῦντες αὐτά!!! Εἰσί δε καί τινές ἄλλοι οἷ ἐπί τά ὅρη ἐλθόντες, διαφθείρουσιν σιδήρῳ τά ζώα, τέρψεως καί ἡδονῆς ἑνεκεν!!! Καί δή ἐν ταῖς πόλεσι τινές, καλούμενοι ἀσυνείδητοι, αὐτοκίνητον ὁδηγοῦντες πατοῦσιν τά ζῶα εἰ καί οἶον τε ἦν αὐτοῖς ἀποφυγεῖν αὐτά!! Τῇ προτεραίᾳ, φίλοι, τῶν ἀσυνειδήτων εἷς βλάξ, ἔξω τοῦ ἐμοῦ οἴκου εἰς Ταῦρον, πεπάτηκεν αὐτοκινήτῳ μικράν τινά γαλῆν!!!! Ἡ κακοτυχής γαλῆ, φίλοι, παραυτίκα ἀπεβίωσεν τοῦ χτυπήματος!!!! Καί ὁ ἐλαύνων τό ὄχημα; Καπνός ἐγένετο, φίλοι!!! Καί μάλα ἀτόπῳ τοῦτο, φίλοι, ἔοικεν!!!
Οἶμαι, φίλοι, ἐπιμελητέον ἡμῖν τῶν ζῴων. Τί δη ὑμεῖς οἴεσθε; Ἐπιμελητέον ναί ἤ οὐ; 

Χαίρετε.

Εὐμήχανος

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top