Πολλάκις φίλτατοι, διαλεγόμενος ἐν ταῖς συνουσίαις περί τά διάφορα τέρατα, τά τότε καί τά νῦν, ὡς μήν οὔποτε ἦν τοῖς ἀρχαίοις Ἕλλησιν σημεῖα τέ καί τέρατα ὥσπερ τά νῦν τοῖς χριστιανοῖς, τοῖς συνουσίοις εἴρηται!!! Ἔγωγε κλύων τῶν ψευδῶν λόγων τούτων, ἡπόρουν τε καί ἅμα ἐλογιζόμην πρός ἑμαυτόν ὅτι οὐχ οἶον τέ ἧν σφίσιν τά ἀληθῆ λέγειν διά τό μή τήν ἀρχαίαν Ἑλλάδαν καλῶς εἰδέναι μᾶλλον ἤ διά τό φιλοπονήρους εἶναι.
Ἐμνήσθην δε ἑνός τῶν θαυμαστῶν τεράτων ὅ πεποίηται Ἀπόλλωνι ποτέ, τόν καιρό ἐκεῖνον, ἐν Ναυπάκτῳ. Τί οἴεσθε ἦν τοῦτο, φίλοι; Ἀκούσατε δή. Ἦν δή ποτέ τό παλαιόν ἐν Ναυπάκτῳ ἀνήρ τις πρεσβύτης Φαλύσιος, οὐχ οἶος τέ ἰδεῖν ἀπό ὀμμάτων. Τυφλός τέ καί διάστροφος τούς ὀφθαλμούς τό παράπαν!!. Οὖτος ὁ ἀνήρ πολλάκις ηὔχετο τῷ Ἀπόλλωνι ἐλεῆσαι ἕ αὖ ἰδεῖν ὥσπερ καί τό πρότερον. Ἀπόλλων, ἐλεήμων ὤν, ἔκλυε τοῦ καί Ἀνύτην ἄγγελον ἔπεμψε εἰς Ναύπακτον κελεύων αὐτήν δοῦναι οἷ δεδηλωμένην δέλτον. Ἀλλά μοι δοκεῖ, φίλοι, βέλτιον ἄν εἶναι ὑμᾶς ἀναγιγνώσκειν τί ἀκριβώς γέγραπται τοῖς παλαιοίς συγγραφεῦσι περί τοῦτο, τό θαυμαστόν τέρας. Ἀνάγνωτε οὖν κατωτέρω τί ὡς ἀληθῶς γέγραπται ἐν τῷ περί Ἀνύτης γραπτῷ!!! Ἡ
""..τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἐρείπια ἦν, ἐξ ἀρχῆς δὲ ᾠκοδόμησεν αὐτὸ ἀνὴρ ἰδιώτης Φαλύσιος. νοσήσαντι γάρ οἱ τοὺς ὀφθαλμοὺς καὶ οὐ πολὺ ἀποδέον τυφλῷ ὁ ἐν Ἐπιδαύρῳ πέμπει θεὸς Ἀνύτην τὴν ποιήσασαν τὰ ἔπη φέρουσαν σεσημασμένην δέλτον. τοῦτο ἐφάνη τῇ γυναικὶ ὄψις ὀνείρατος, ὕπαρ μέντοι ἦν αὐτίκα· καὶ εὗρέ τε ἐν ταῖς χερσὶ ταῖς αὑτῆς σεσημασμένην δέλτον καὶ πλεύσασα ἐς τὴν Ναύπακτον ἐκέλευσεν ἀφελόντα τὴν σφραγῖδα Φαλύσιον ἐπιλέγεσθαι τὰ γεγραμμένα. τῷ δὲ ἄλλως μὲν οὐ δυνατὰ ἐφαίνετο ἰδεῖν τὰ γράμματα ἔχοντι οὕτω τῶν ὀφθαλμῶν· ἐλπίζων δέ τι ἐκ τοῦ Ἀσκληπιοῦ χρηστὸν ἀφαιρεῖ τὴν σφραγῖδα, καὶ ἰδὼν ἐς τὸν κηρὸν ὑγιής τε ἦν καὶ δίδωσι τῇ Ἀνύτῃ τὸ ἐν τῇ δέλτῳ γεγραμμένον.""
Οὐκοῦν, φίλοι, οὐ μόνον κατά τόν χριστιανισμόν ἀλλά καί τό πρότερον τούτου θαυμαστά τέρατα ἐπέμποντο ἐπί τούς ἀνθρώπους ὑπό τῶν θεῶν. Έμοι γέ δοκεῖ καί χωρίς τῆς θρησκείας τέρατα γενέσθαι τοῖς ἀνθρώποις ἐς ἀεί κατά τήν πᾶσαν γαῖαν. Γενόμενος δέ ποτέ εἰς Σιγκαπούρην καί διαλεγόμενος περί σημείων τέ καί τεράτων, εἴρηται τινί τῶν ἐπιχωρίων ὅτι τέρας μέγα τε καί ἀπροσμάχητον σφῖσιν ἐπέμφθη ὑπό τοῦ θεοῦ Κρίσνα!!!
Ἀπό τούτου φανερόν γάρ ἐστιν τοῖς πᾶσιν ὅτι τέρατα τέ καί σημεῖα τῆς ἡμετέρας φύσεως, τῆς ἀνθρωπίνης, ἐστίν καί οὔκ ἔστι οὐδείς θεός ὅστις πέμπει σημεῖα τε καί τέρατα ὡς τι τῶν απορρήτων μηνύσων ἡμῖν τοῖς ἀνθρώποις!!!
Χαίρετε.
Εὐμήχανος
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου