Ἰαρταμάν ἐξάρξαν ἀπισσόνα σάτρα, σιγᾶτε!!! 



Ἄρχομαι οὖν τῆς γραφῆς, ὦ ἐφήμεροι ἄνθρωποι, λέγων τό πρῶτον χαίρειν πολλά τούς Ἕλληνας. Καί ὁ νῦν ἐμός λόγος ἄν περί τῶν ἐν τῇ Χίῳ προσφύγων εἴην. Λέξω δε ὑπέρ τούτων ἅ μοι δοκεῖ δίκαια εἶναι καί μηδείς ὑμῶν ἄλλως προσδοκησάτω. Ἀνέγνωτε ἆραγε ποτέ ὦ Ἕλληνες τήν ἐφημερίδα Independent τί ἀκριβῶς περί τῶν ἐν τῇ Χίῳ προσφύγων προσφάτως λέγει;  Ἠκούσατε ἆρα ποτέ τῶν δεινῶν ὧν οἱ πρόσφυγες βιοῦσιν καθ´ ἑκάστην τήν ἡμέραν ἐν τῇ Χίῳ; Οἴδατε ἆραγε ὅτι τῶν προσφύγων οἱ πλεῖστοι γυναῖκες τε καί παιδία ἐστίν; Εἰ οὐδεπώποτε ἠκούσατε τούτων τῶν δεινῶν, ἀντιβολῶ ἡμᾶς ἀνάγνωτε τήν ἐφημερίδα Independent.  Εὖ γάρ ἔγωγε οἶδα ὅτι τῶν νῦν Ἑλλήνων οἱ πλεῖστοι ἡλιθίως τε καί ματαίως στυγοῦσι τούς πρόσφυγας τῶν Τούρκων ἔτι μᾶλλον καί ὅτι τούς τρόπους τῶν Ἑλλήνων, τῶν καλουμένων ρατσιστῶν, χαίροντας πάνυ σφόδρα εἶναι ἀκούοντας τῶν συμφορῶν ὧν οἱ πρόσφυγες βιοῦσιν. Ἀεί δε ἐργάζονται, οὖτοι οἱ ρατσιστές, δεινόν τί ἔργον ποιῆσαι τοῖς πρόσφυξι  ὥστε ἐκποδών αὐτούς ἀπιέναι τῆς Ἑλλάδος!!! Τί δῆτα τούτων βούλονται τῶν κακῶν ἔργων οὐκ ἔχω εἰπεῖν. Οἶμαι δε, οἱ πρόσφυγες ἐπί τῷ θρησκεύματι μάλιστα πάντων λοιδοροῦνται!!! Εἰ δε τις ὑμῶν οἶδε ἀρτίως οἵου τρόπου οἱ πρόσφυγες ἔχουσι τά νῦν, καί διάφορος ἐστί τοῖς λεγομένοις μου, μηνύσατε μοι. 

Φέρε δε τοίνυν ἀναγνῶμεν τήν τοῦ σχολίου ἐπιτομήν τῆς Independent περί τῶν προσφύγων, δημοσιογράφους πεμψάσης ἀπό Ἀγγλίας ἐς Χίον, εἰς τά καλούμενα hot spot, ἐπί τούτῳ!!! 
Ἀκούσατε: 
-Τῶν ἑκατό προσφύγων πέντε τε καί ὀγδοήκοντα δῆλον ἐποίησαν ὅτι οὐ διά ἀσφαλείας οἰκοῦσιν ἐν τῷ hot spot καί ὅτι δέος τε καί κίνδυνος μέγας ἐστί περί τῆς ἰδίας ζωῆς αὐτῶν!!! 
Ἔτι δέ ὅτι οὐκ ὀρθῆς τε καί ἀρκούντως ἱκανῆς ἰατρείας τυγχάνουσι ὄντες περί τῶν καθ´ ἡμέραν νοσημάτων!!! 

- Τῶν ἐκατό προσφύγων πέντε τε καί εἴκοσι ἔλεξαν ὅτι ὕβριν τε καί βίαν ἐδέχθησαν πολλάκις  ὑπό ἀστυνομικῶν τε καί Ἑλλήνων ἰθαγενῶν τυπτόμενοι πολλάκις ὥσπερ ὁ κωμήτης τύπτει τά κτήνη!!! 

- Τῶν ἑκατό τριάκοντα ἐπειράσαντο ἀποκτενεῖν σφᾶς αὐτούς, τινές δε κάκιστα ἀπόλοιντο ρίπτοντες  εἰς τό πύρ σφᾶς αὐτούς!!!!!! 

Ἆραγε πότε φανήσεται ἀγαθή τις ἐλπίς τοῖς πρόσφυξι, τοῖς ἐν τῇ Χίῳ κακῶς κατακειμένοις πολύν χρόνον;  Οὐδέποτε ἀγαθή τις ἐλπίς γενήσεται αὐτοῖς; Δεῖ ἐλπίδος φίλοι, ὡς ἔοικεν, πόθεν δε γένοιτο ἄν ἐλπίς τοῖς ἀνθρώποις ἄδηλον παντί εἶναι!!!! Εὖ γάρ οἶδα τούς πρόσφυγας οὐκ ὄντας τό παράπαν αἰτίους ἡμῖν τῶν κακῶν πραγμάτων!!!  
Τό χρῆμα τῶν δεινῶν βασάνων ἀπέραντον ἐστί τοῖς πρόσφυξι, ὡς τῇ Independent εἴρηται!!!   

Εὐμήχανος 

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top