Ἀφικόμενος ἔγωγε εἰς Παλαίχθονα τῇ προτεραίᾳ Παρασκευῇ τῆς ἐσπέρας ἤκουσα ἄσμενος τοῦ Λεκάκη λέγοντος τούς Φρύγας Ἕλληνας εἶναι τό γένος!!! Μεγάλα δε τεκμήρια παρέσχετο ἡμῖν τούτου, οὐ μόνον λόγους τε ἀλλά καί εἰκόνας καί γραπτά τοῦ Ἠροδότου καί ἄλλων, ἵνα γνῶμεν ὅτι ἀληθῆ ἐστί πάντα τά ὑπ αὐτοῦ λεχθέντα!!! 
Χαλεπόν γάρ ἐστί τινί πιστεῦσαι τούς Φρύγας Ἕλληνας εἶναι οἰομένῳ Ἀσιάτας εἶναι καί τούτους ὥσπερ οἱ Λυδοί, Πέρσες κ.λπ. Ἔοικεν δε ὅτι τῷ ὄντι Φρύγες φῶτες ὅμαιμοι ἦσαν ἡμῖν, τοῖς Ἕλλησιν, ὡς ἡ γλῶσσα καί τό γένος αὐτῶν μαρτυρεῖ!!!! 
Πόθεν ἆραγε τεκμαίρεται τοῦτο ὅτι οὖτος ὁ ἀγλαός λαός τῶν Φρυγῶν Ἑλληνικός ἦν τό γένος τε καί ὅτι ἐν τῇ Μακεδονίᾳ ἐτύγχανον αὐτόχθονες ὄντες τό πρῶτον; Ὁ Ηρόδοτος πρῶτος, φίλτατοι, φησίν ἐν ταῖς ἱστορίαις: "Οἱ Φρύγες ἐν τῇ Μακεδονίᾳ αὐτόχθονες διαβιοῦντες τό πρῶτον ἐτύγχανον, ἔπειτα δε εἰς τήν καλουμένην Ἀσίαν ἐτρέποντο ἀμφί τά 2000 ἔτη πρότερον τοῦ Τρωϊκοῦ πολέμου!!!. Ἐνταῦθα δε πόλιν πρωτεύουσαν ἰδρύσαντο καλουμένην Γόρδιον..." 
Ἔοικεν δε ὅτι Φρύγες, ἀρχόμενοι ὑπό τοῦ Γορδίου, ραδίως ἐκράτησαν σχεδόν πάσης τῆς Ασίας τε καί ἰδρύσαντο βασίλειον μέγιστον τε καί μακροβιώτατον οὐ μόνον πάντων τῶν προγεγενημένων ἀλλά καί τῶν ὑστέρων, κρατοῦντες πλέον τῶν τριῶν χιλιάδων ἐτῶν!!! 
Ἕτερον δε τεκμήριον τά νῦν ὁνόματα, τά ἐν τῇ νῦν Μακεδονίᾳ ἐστίν. Ἔστι γάρ ἔτι καί νῦν οἰκούμενον μικρόν χωρίον καλούμενον Γόρδιον, ἐγγύς τοῦ Κιλκίς, ἀλλά ἔτι καί αἱ πάλαι καλούμεναι Βρυγηίδες λίμναι νῦν δε ξενικῶς "Πρέσπαι" !!!! Ὡς γε μοι δοκεῖ βέλτιον εἶναι καλεῖν, ἀπό τοῦ νῦν καί ἐς τό ἀεί, τάς λίμνας Βρυγηίδας μᾶλλον ἤ Πρέσπας!!!  Ἀλλά καί ἕτερον χωρίον ἔστι καλούμενον "κῆποι τοῦ Μίδου" ἐν τῇ Μακεδονίᾳ. Ἔστι δε καί ἐπιγραφή, Ἐλληνιστί γεγραμμένη, ἐπί τοῦ Μίδου τύμβου ἐγγύς τῆς Ἀγκύρας, πρωτευούσης πόλεως νῦν τῆς Τουρκίας. Ἀλέξανδρος δε ὁ Μακεδών ἀφικόμενος εἰς Γόρδιον, τῷ 333, τόν καλούμενον " Γόρδιον δεσμόν" ἐγχειριδίῳ ἀπέκοψεν μή δυνάμενος λῦσαι αὐτόν. 

Τῶν δε Γορδίου ἀνάκτων Μίδας τυγχάνει ἔτι καί νῦν ὤν ὁ ἐπισημότατος πάντων κατά πᾶσαν τήν οἰκουμένην τοῦ πλούτου. Οὖτος ὁ Μίδας ἀφιέρωμα τοῖς Δελφοῖς μέγα θρόνον χρυσοῦ ἀνέθηκε ἐν ᾧ ἡ Πυθία καθεζομένη τούς χρησμούς ἐδίδου τοῖς ἀνθρώποις. Λέγεται δε ὅτι πᾶν χρῆμα ἀπτόμενον ὑπό τοῦ Μίδου αὐτίκα εἰς χρυσόν μετεβάλετο τό εἶδος!!!! Καί οὐδείς ἔστι τῶν νῦν ἀνθρώπων ὅστις τόν Μίδα οὐκ οἶδε!!! Ὅτι δε καί ἡ ἄγκυρα ὑπό τοῦ Μίδου ἐφευρέθη, ἡ νῦν πρωτεύουσα πόλις τῆς Τουρκίας, Ἄγκυρα χάριν τούτου ἐκέκλητο!!!  Λέγεται δε ὅτι καί ἡ νῦν πρωτεύουσα πόλις τῆς Ρωσίας, χάριν τούτου, τοῦ Μίδου, ἐκέκλητο Μόσχα!!! 
Ἀντιβολῶ οὖν ἡμᾶς, φίλοι, μηνῦσαι τοῖς πᾶσιν τοῦτο παντί τρόπῳ ὅτι Φρύγες ὅμαιμον ἔθνος ἡμῖν ἦν χρώμενον Ἑλληνικῇ φωνῇ, γραφῇ, τρόποις καί θεοῖς!!! Μέγα τό Ἑλλήνων ἔθνος!!!!   

Χαίρετε

Εὐμήχανος  

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top