Ὀργιλώδης Ραχόι: 

«Τόν Πουτζντεμόν δή συλλάβετε καί τάχα!!! Μοχθηρός γάρ ἀνήρ οὗτος ἐστιν. Ταραχῆς πολλῆς αἴτιος ἐστιν ἐν τῇ Καταλονίᾳ!!! Μεστός ἀνομίας τέ καί ἄθλιος ὁ ἀνήρ ἐστιν!!! Ὁ Πουτζντεμόν τιμωρίας ἄξιός ἐστιν!!!»

Ἐν τῷ ἄρτι πρόσθεν, φίλοι, οἱ Καταλανοί σχεδόν παμψηφεί εἴλοντο μᾶλλον τό αὐτονομεῖσθαι ἤ τό ὑπό τῶν Ἰσπανῶν τυραννεύεσθαι !! Πρός δε τούτῳ καί ἡ Βουλή, ἡ ἐν τῇ Καταλονίᾳ, φίλοι, κοινήν βουλήν ἐβουλεύσατο ὅπως ἔχει τό πᾶν τῆς Καταλονίας κράτος, αὐτονομουμένης παραυτίκα ἀπό τῆς Ἰσπανίας!!! Ἐκ τῆς αὐτονομίας πολιτείαν δημοκρατικήν βούλεται καταστῆσαι ποιοῦσα τήν Βαρκελώνην πρωτεύουσαν τῶν πόλεων εἰς τό ἄρχειν τῆς Καταλανικῆς χώρας!!!
Εἰ καί ὁ Μαριάνο Ραχόι, ὁ τῆς Ἰσπανίας πρωθυπουργός, οἴεται βέλτιον εἶναι τό πρῶτον πρός ἀλλήλους διαλλαγῆναι περί τῆς αὐτονομίας, οἱ Καταλανοί οὐ πείθονται τῷ Ραχόι. Οὕτως ὁ Μαριάνο Ραχόι ἀδιαλλάκτως νῦν ἔχων πρός τούς Καταλανούς, συνεπέστησε αὐτούς περί τῆς αὐτονομίας μηνύων τοῖς πᾶσιν ὅτι οὔκ ἄν ποτέ αὐτός ἀποδέξαιτο τάς παρά τόν Ἰσπανικόν νόμον βουλάς τῶν Καταλανῶν!!! Ἐτι δέ Ἰσπανοί νομοφύλακες πρεσετάχθησαν ὑπό τοῦ Ραχόι εἰς Καταλονίαν ἰέναι ἵνα καταστήσωσι Ἰσπανόν ἄρχειν τῆς Καταλονίας, καταλύοντες τήν παροῦσαν Καταλανικήν ἀρχήν. Ράδιον γάρ ἐστί τούς Ἰσπανούς οὕτως ἄγριοι ἔσεσθαι ὥστε ἀπολλύναι τούς Καταλανούς!!! 
Καταλονία ἔθνος ἀδιάληπτον τῶν Ἰσπανῶν ἐστί ὑπέρ τά χίλια ἔτη καί δή ἀπό τοῦ ἐνιακόσια ἄχρι τοῦ νῦν. Εἰ καί πολλάκις ἐν τῷ πρόσθεν ἐπειράσαντο διαληπτόν ἔθνος γενέσθαι, οὐχ οἷον τε γένοιτο τῆς ἀγριότητος τῶν Ἰσπανῶν ἕνεκεν!!! Νῦν ἐλπίζουσι τῇ τύχῃ καί εἰς τούς Εὐρωπαίους!! 
Κατά τό παλαῖον, ἀμφί τά διακόσια ἔτη πρό Σωκράτους, ἀποικίας ἵδρυντο Ἕλληνες Φωκαεῖς ἐγγύς Βαρκελώνης, ὀνόματι Ἐμπόριον τε καί Ρόδη. Οὕτως οἷον τε μετέχειν καί τῆς Ἑλληνικῆς παιδείας τοῖς τότε ἐνοικοῦσιν τῆ χώρᾳ ἐγένετο. 
Ποῖ δή πορεύονται οἱ Καταλανοί καί τί μέλλουσι πράξειν; Διά τί οὐκ ἐθέλουσιν μετά τῶν Ἰσπανῶν μένειν; Οἶμαι, μεγάλα καί δεινότατα κινδυνεύουσι ὑπό τῶν Ἰσπανῶν τῆς αὐτονομίας ἕνεκεν!!! 
Χρή τούς Ἰσπανούς τῆς ὀργῆς κρατῆσαι καί μή τιμωρίαν λήψασθαι παρά τῶν Καταλανῶν.. 

Εἴθε ἀγαθῇ τύχῃ πορεύσαιεν οἱ Καταλανοί!!!  Ὀψόμεθα τάχα...

Χαίρετε


Εὐμήχανος.

0 σχόλια Blogger 0

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top