Σάββατον ἡ τήμερον ἡμέρα, φίλοι, καί ἐπιόντων τῶν Χριστουγέννων βουλοίμην ἄν Ἀττικιστί γράψαι ἀρθρίδιον τῶν περί Χριστουγέννων. 
Οἶμαι, φίλοι, οὐ προσήκει τούς ἀνθρώπους ὀνειροπολοῦντας ἐπιλαθέσθαι τοῦ ζῆν, ἀλλά χρή αὐτούς ἀεί τό ἀληθές ζητεῖν ἵνα οὕτως ὀρθότερον διαβιώσωσιν. 
Τά Χριστούγεννα ἤδη οὐ πολύ ἀπέχει καί εἴθισται τοῖς νῦν ἀνθρώποις περί τήν πρός τά Χριστούγεννα κόσμησιν τοῦ οἴκου καί δή τοῦ δένδρου διατρίβειν ἵνα περικαλλής ὁ οἶκος γένηται!!! 
Ἀλλά καί ἡ πόλις στίλβουσα ἐν χρωμάτων ποικιλίᾳ τέ καί ἀστεροειδέσι καί μυρίοις κηρίοις ἡλεκτρικοῖς τυγχάνει οὖσα τῶν Χριστουγέννων ἕνεκεν!! Ἐπέτειον γάρ ἔθος ἔστι τοῖς νῦν ἐνοικοῦσιν τῇ Ἑλλάδι ἄγειν τά τοῦ Χριστοῦ γενέθλια τῇ 25 τοῦ μηνός Δεκεμβρίου. Εὖ γάρ ἴστε ὅτι ὁ Χριστός, Ἐβραῖος τό γένος ὤν, ὡς ἀληθῶς νομίζεται υἱός θεοῦ εἶναι παρά τῶν Χριστιανῶν.
Ἐπί γάρ τῶν Χριστουγέννων πανοικί κωμάζειν πάντες καιρός ἐστίν, ἄγοντες τοῦτον τόν τρόπον τά γενέθλια. Πανοικί γάρ οἶνον πίνουσι τέ καί ἐσθίουσιν ὄρνεις τέ καί κρέα κάπρου εὖ ὠπτημένα τέ καί γεωμῆλα ὀπτά τέ καί ζεστά. 
Καί οὕτω διατελοῦσιν κάθ’ ὅλην τήν ἡμέραν, πιόμενοι τέ καί ἐδόμενοι, εὐτυχίας μεστοί ὄντες. Καί δῶρον δέ τί ἔνεστι ἑκάστῳ εὐτελές, ὅ διδόντες ἀλλήλοις λαλοῦσι <χρόνια πολλά>. Ἀνάπαυλα δέ τῆς ἐργασίας τοῖς πᾶσιν, ἀμφί τάς πέντε ἡμέρας, ποιοῦσιν ἵνα οἷον τέ γένηται τούς Χριστιανούς ραδίως ἄγειν τά γενέθλια.
Τῶν νῦν οἰκούντων ἐν Ἑλλάδι, φίλοι, οὐ πάνυ διάφορα ἦν τά ἔθη τοῖς ἀρχαίοις Ἕλλησιν. Ἐοικότως, φίλοι, καί τότε τοῦ μηνός Δεκεμβρίου γενομένου τά τοῦ Διονύσου γενέθλια κατ’ ἄστυ ἤγαγον τῇ 25 τοῦ μηνός, ὡς εἴρηται τοῖς εὖ εἰδόσι. Ἔοικεν δέ ὅτι ἐθνηδόν τά τοῦ Διονύσου γενέθλια ἑώρταζον, μεγάλας ἀνάγοντες θυσίας τε καί ἱεράς πομπάς. Προσέτι δε καί τά τῆς θεᾶς Ἀθηνᾶς γενέθλια μεγαλοπρεπῶς ἤγαγον μεσοῦντος τοῦ θέρους καθ’ ἕκαστον τό ἔτος ἐν Ἀθήναις!!!
Διά τοῦτο λέγεται ὅτι, προϊόντος τοῦ χρόνου τε καί τοῦ Χριστιανισμοῦ κρατοῦντος, τά Ἑλληνικά ἔθη, ἀνεξαρίθμητα ὄντα, ἐπί τό πλέον τοῦ Χριστιανικοῦ τρόπου ἀφίκετο!! 
Τέλος δε ἔοικεν, οἱ Χριστιανοί οὐ φρονοῦντες τά καθ’ ἡμᾶς, μάλα ἀνόμοιοι πεφυκότες, τά Χριστιανικά ἔθη, κρύφα καί οὐ φανερῶς, μετεγράψαντο ἐκ τῶν Ἑλληνικῶν, λέγοντες τοῖς πᾶσιν ὅτι Χριστιανικά ἐστίν!!! Ὁ τῆς λύπης ὀδούς τοῦτο ἐστίν!!!

Τέλος βουλοίμην ἄν πέμψαι εὐχάς ἀγαθάς ὑμῖν, τοῖς πᾶσιν!!! 


Εὐμήχανος.
Next
This is the most recent post.
Previous
Παλαιότερη Ανάρτηση

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top