Στίβεν Μίλλερ, ἄξιος τῆς Ἑλλάδος παραστάτης.

Εὖ ἴστε, ὦ φίλοι, ὅτι πολλά ἄν τις δυνηθείη εἰπεῖν μεμφόμενος οὐ μόνον τοῖς νῦν ἀλλά καί τοῖς προτέροις ἄρχουσι τοῦ ΠΓΔΜ ὀνόματος. Μηδὲν γάρ διαφέρει τῷ νῦν ἤ τῷ προτέρῳ ἄρχοντι μέγα ἢ σμικρὸν ἀδικοῦντι.
Οἶμαι δέ, φίλοι, ἐκτός τῶν νῦν ἀρχόντων, πολλούς εἶναι καί τούς φιλέλληνας οἵ ἄγανται τούς πάλαι Ἕλληνας ἀγωγῆς τε καί ἤθους. Εἷς δε τῶν ἀρίστων ὁ Στίβεν Μίλλερ ἐστίν.
Ἔγωγε, ὦ φίλοι, ὡς ἀληθῶς συναινῶ τοῖς ἀποκαλοῦσι σύναιμον Ἑλλήνων τόν ἐκ Καλιφορνίας Στίβεν Μίλλερ!! Ἀρχαιολόγος γάρ ἀλλά καί τῆς Ἑλλήνων ἰστορίας οὐκ ἄπειρος ὤν, ὁ Στίβεν ἀνορύττων ἀρχαῖα ἐτύγχανε ἀπό τοῦ 1973 ἄχρι τοῦ 2005 ἐν Νεμέᾳ ἔνθα τά Νέμεα ἐτελοῦντο κατά τό παλαιόν.
Ὁ Στίβεν τήν Ἑλλάδαν μάλα ἀγασθείς τῆς ἰστορίας καί ἀνορύξας πολλά τῶν ἀρχαίων ὥσπερ ὑδρίας, ἀνδριάντας, θήκας προγόνων καί ἄλλα ὅμοια τούτοις, αὐτίκα εἰς ἐπίδειξιν ἐτράπετο οὐ μόνον τῶν ἀνορυχθέντων σκευῶν ἀλλά καί τῆς ἐνδόξου ἡμῶν ἰστορίας ἀνά πᾶσαν τήν οἰκουμένην!!! Τοῦδε ἕνεκεν κύδους μεγάλου ἔμμορος ἐστί, ἀεί ὀπάζουσα αὐτῷ ἡ ἐκ τοῦ Ἑλλάδος προέδρου μεγίστη τιμή, ἡ καλουμένη ‘Ταξιάρχης του Τάγματος της Τιμής’.
Οὗτος, ὁ τῶν καλῶν καί ἀγαθῶν φιλελλήνων ἀνήρ, καλούμενος Στέφανος Ἑλληνιστί, ὑπέρ τῆς Μακεδονίας δεδιώς, τήν ἑαυτοῦ γνώμην προσφάτως ἀπέφηνεν τοῖς πᾶσιν περί τοῦ καινοῦ τῆς ΠΓΔΜ ὀνόματος. Βουλόμενος οὖν βοηθῆσαι τοῖς Ἕλλησιν δημοσίᾳ ἔφη τοιάδε:

«Ἔγωγε πάνυ ὡρρωδῶ ὑπὲρ Μακεδονίας μή ἄλλῳ τινι ὀνόματι ἐντύχῃ ἡ ΠΓΔΜ πλήν ἤ Παιονίᾳ. Παιονία γάρ ἦν τό ἑαυτῆς ὄνομα κατά τόν Φίλιππον τε καί Ἀλέξανδρον. Παίονες δέ οἱ τῇ χώρᾳ ἐνοικοῦντες ἐκαλοῦντο. Αἰσχρόν δή ἄν εἴη, εἰ νῦν Μακεδονία κληθείη ἡ ΠΓΔΜ.»

Πάνυ καλῶς τε καί ὀρθῶς ἐμοί δοκεῖς εἰπεῖν, ὦ φίλε Στίβεν, ἀλλ’ ὅμως ἀτυχῶς οὔκ ἐστι οὐδείς τῶν νῦν ἀρχόντων ὅστις βούλεται παρά σοῦ μανθάνειν.!!! Ἔγωγε οὔκ ἄν ἄλλο τι οἴομαι τό ἀληθές εἶναι ἤ τοῦτο ὅ σύ λέγεις.
Πολλήν δέ, ὦ Στίβεν, ἐγὼ τέ καί ἄλλοι χάριν ἔχομεν σοί τούτου τοῦ λόγου ὅν ἔλεξας τοῖς πᾶσιν ὑπέρ Ἑλλάδος!!

Χαῖρε.

Εὐμήχανος.

Next
This is the most recent post.
Previous
Παλαιότερη Ανάρτηση

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top