Εὖ ἴστε, φίλοι, ὅτι ὁ ψυχαγωγὸς Σωκράτης ἐν τοῖς διαλόγοις αὐτοῦ ὑπὲρ τῶν γυναικῶν πολλάκις τοὺς λόγους ἐποίησεν. Καὶ ὡς ἀληθῶς ἐν Συμποσίῳ ὑπὲρ Διοτίμας τοὺς λόγους ποιεῖ, ἐν Μενεξένῳ δὲ ὑπὲρ Ἀσπασίας. Ἀλλὰ καὶ ἐν Πολιτείᾳ πολλάκις ὑπὲρ τῶν γυναικῶν ἔλεξεν λέγων ὡς δεῖ τὰς γυναῖκας μετέχειν πάντων τῶν τῆς πολιτείας ἐπιτηδευμάτων. 
Πολλοὶ τῶν νῦν, τῆς ἑαυτῶν ἀμαθίας ἕνεκεν, ψευδεὶς λόγους πλάττοντες μέμφονται τὰς γυναῖκας, τὰς κατὰ τὸ ἀρχαῖον βεβιωκυίας, οὐκ ἔχοντες λογισμὸν τινα ἵνα καλῶς νοήσωσι ὅτι τὴν κρίσιν τῶν γυναικῶν κατὰ τὸ παλαιὸν ἀλλὰ καί τὰ ἔθιμα καθὼς ἦν τοῖς ἀρχαίοις, οὔποτε ὀρθῶς κρῖναι οἷοί τ’ ἐσόμεθα. Ἔγωγε πρῶτον πολλὰ διάφορα ὁρῶ τῶν ἡμῶν προγόνων τοῖς νῦν ἐνοικοῦσι Ἑλλάδι, οὗς Ἑλλαδικοὺς καλεῖ ὁ ἐμὸς ἀγαθὸς φίλος Στράτος. Μάλιστά δε διάφορον πάντων τὴν πολιτείαν τε καὶ τὴν ἡθικὴν ὁρῶ. Δημοκρατία μὲν ἡ τῶν ἀρχαίων πολιτεία ἐκέκλητο, κεφαλαιοκρατία δε ἡ τῶν νῦν καλεῖται. Πάνυ μὲν ἡθικός ὁ τῶν ἀρχαίων βίος ἦν, ἀνήθικος δε ὡς μάλιστα ὁ τῶν νῦν. 
Βίοι ἐναντίοι ἀλλήλοις!!!
Οὕτω περὶ μὲν τῶν ἀρχαίων πραγμάτων οὐ καλῶς ἐπιστάμενοι ἡμῶν οἱ πολλοὶ, ἀεὶ μυθολογοῦμεν ὡς οὐκ ἐξῆν ταῖς γυναιξὶν μετέχειν παιδεύσεως. Πολλάκις δε ματαίως ἠξίωσα ἐν τοῖς διαλόγοις μὴ, διὰ τὸ μὴ καλῶς εἰδέναι, αὐτούς λέγειν ἄτοπα τοῖς παροῦσιν. 
Οἶμαι δε ἄνδρα καὶ γυναῖκα ἀεὶ χρῆναι τὸν μὲν ἄξιον ἐπαίνου, ἐπαίνῳ τιμᾶν. Μέγα δε τεκμήριον τούτου αἱ ἀναρίθμητοι διαπρεπεῖς γυναῖκες ταῖς ἐπιστήμαις!!!! Μία δε τούτων τῶν διαπρεπῶν καί ἡ Περικτυόνη ἦν. 
Ὅτι μὲν γένει τὰ πρῶτα τῶν ἀνδρῶν ἡ γυνὴ περὶ ἧς ὁδε λόγος ἐστὶ, οὐκ ἄδηλον οὐδενὶ τοῖς τότε Ἀθηναίοις ἦν. Τοῦ Γλαύκωνος γὰρ κόρη οὖσα, δῆλον τοῖς πᾶσιν ὅτι τὸ πρὸς πατρὸς αὐτῆς γένος ἕκτον ἀπὸ Σόλωνος ἦν, ὅς τῶν ἀνδρῶν κράτιστος νομοθέτης ἐγένετο!!! 
Ὕπανδρος τὸ πρῶτον ἡ Περικτυόνη οὖσα Ἀρίστωνι παίδας ἔτεκε τέσσαρας, Πλάτωνα, Ἀδείμαντο, Γλαύκωνα καὶ τὴν Πωτώνην. Τοῦ Ἀρίστωνος δὲ ἀποθανόντος τὸ δεύτερον ὕπανδρος ἐγένετο Πυριλάμπι ἐξ οὗ καὶ ἄλλον παῖδα ἔτεκεν ὀνόματι Ἀντιφὼν. 
Μάλα ἐπιτηδεία εἰς τὴν μαθηματικὴν ἐπιστήμην καὶ εἰς τὴν Πυθαγόρειον φιλοσοφίαν οὖσα ἡ Περικτυόνη, τὸ ἀληθὲς αἴτιον ἦν ἐξ οὗ ὁ Πλάτων παρὰ τὸν ψυχαγωγὸν Σωκράτην ἐγένετο ὡς μαθητευόμενος εἰς φιλοσοφίαν. Τούτου δὲ ἕνεκεν Πλάτων ὁ Σωκρατικὸς ἐκλήθη ὑπὸ πάντων.
Εὐγενείᾳ δὲ διαφέρουσα, συγγράμματα ἐξέδωκε δύο περὶ τὰς γυναῖκας, ὀνόματι «Περὶ γυναικὸς ἀρμονίας» τε καὶ «Σοφίας περὶ». Μέρος δε μόνον μικρὸν τῶν συγγραμμάτων ἐσώθη ὑπὸ Στοβαίου. Ἐν τῷ συγγράμματι «περὶ γυναικὸς ἀρμονίας» Περικτυόνη πρώτη πάντων προεῖπε τε καὶ καθώρισε τὴν φρονήσεως, ἀνδρείας καὶ σωφροσύνης ἀρετὴν!!! 
Πολλαὶ δὲ τῶν τότε γυναικῶν παράδειγμα ποιούμεναι τὴν Περικτυόνη ὑπομνήματα ἀλλά καὶ συγγράμματα ἐξέδωσαν περὶ φιλοσοφίαν τε καὶ ρητορικὴν. 
Ἐκ τούτων, φίλοι, ράδιον ἐστὶ τινι κατανοεῖν ὅτι ἐξῆν ταῖς γυναιξὶ μετέχειν φιλοσοφίας τε καὶ παιδεύσεως κατὰ τὸ παλαῖον. 

Χαίρετε 



0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top