Εὖ ἴστε φίλοι ὅτι πολλὰ τὰ πεφημισμένα οὐ μόνον ἔγγαμα ἀλλὰ καὶ ἐρωτικὰ ζεύγη κατὰ τὸ παλαιὸν ἦν ὥσπερ Περικλῆς καὶ Ἀσπασία, Σωκράτης καὶ Ξανθίππη, Κράτης καὶ Ἰππαρχία ἀλλὰ καὶ Πυθαγόρας καὶ Θεανὼ. Πάντες οὗτοι σφόδρα ἐρῶντες ἀλλήλων ἐν ἔρωτι τὸν βίον διήγαγον ἄχρι καὶ τοῦ ἐσχάτου ἤματος αὐτῶν. Εἰ δὲ καὶ πολλοὶ τῶν νῦν οἴδασι περὶ τοῦ ἄρρενος μέλους τῶν τότε ζευγῶν, μόνον ἔνιοι περὶ τοῦ θήλεος γιγνώσκουσιν!!! Πάνυ δὲ ἄτοπον μοι δοκεῖ τοῦτο εἶναι οἰομένῳ οὐ θέμις περὶ τῶν τότε πρωτευσάντων γυναικῶν λέγειν!!! 
Περὶ τοῦ ζεύγους Πυθαγόρου Θεανοῦς νῦν ρητέον. Ἴστε που οὗτος ὁ Πυθαγόρας αἴτιος πολλῶν καλῶν τοῖς ἀνθρώποις ἐγένετο. Πυθαγόρας ἀμφὶ τὰ πέντε καὶ πεντήκοντα ἔτη γενόμενος τὴν Θεανὼ τὸ πρῶτον ἐν Κρότωνι εἶδεν, παιδίσκη ἔτι οὖσα ἀμφί τὰ πεντεκαίδεκα ἔτη. Θεανὼ ἤρξατο διακούειν ἀνελλιπῶς Πυθαγόρου καὶ τάχα σφόδρα ἤρα αὐτοῦ τῶν λόγων μάλιστα δὲ πάντων τοῦ βίου. Εἰς τοσοῦτο δὲ ἧκε τοῦ ἔρωτος ὥστε τὰ πάντα ἦν Πυθαγόρας αὐτῇ!!! Εἴλετο οὖν ἡ Θεανὼ τὸν Πυθαγόραν καὶ ἔγημε αὐτὸν ἀναλαβοῦσα σχῆμα ὁμοίῳ τῷ Πυθαγόρᾳ καὶ ἔχουσα θερμὸν ἔρωτα αὐτοῦ κατὰ πάντα τὸν βίον. Ἦν δὲ Θεανὼ Βροντίνου τοῦ Κροτωνιάτου θυγάτηρ. Παῖδες δὲ πέντε ἐγένοντο τῷ Πυθαγόρι καὶ τῇ ἀγαθῇ Θεανῷ ὀνόματι Τηλαύγης, Μνήσαρχος, Δαμὼ, Μύια καὶ Ἀριγνώτη. Τηλαύγης δὲ διεδέξατο τὸν Πυθαγόραν. 
Διακούουσα οὖν ἡ Θεανὼ τοῦ Πυθαγόρου, τῶν ἐνδοξοτάτων ἐγένετο διδάσκαλος περί τὴν ἀστρονομίαν τε καὶ τὰ μαθηματικὰ, περίφημος οὕτως γενόμενη κατὰ πᾶσαν τὴν τότε οἰκουμένην. 
Εἶτα τῷ χρόνῳ, τοῦ Πυθαγόρου γηραιοῦ τελευτήσαντος 83 ἔτη γεγονότος, Θεανὼ μετὰ τῶν τέκνων αὐτῆς ἐξῆψαν τὴν διαδοχὴν τῶν ἀξίων ἔργων καὶ λόγων τοῦ Πυθαγόρου. Ἡ θυγάτηρ αὐτῆς Δαμὼ, ἰατρὸς οὖσα, εἰς ἀντιδικίαν ἦλθε ποτε πρὸς τὸν περίφημον ἰατρὸν Εὐρυφώντα περὶ τῶν τῆς ἐλαχίστης κυήσεως μηνῶν. Ὠς δε φανερὸν ἐγένετο ἡ Δαμὼ ὀρθῶς ἀντεῖπε τῶ Εὐρυφώντι ὡς τὸ κυήσεως ἐλάχιστον διάστημα χρόνου ἑπτὰ μῆνες ἐστίν ἵνα ὑγιὲς τὸ βρέφος γένηται. 
Τὸ ἐν Κρότωνι διδασκαλεῖον τοῦ Πυθαγόρου, τὸ περιφημότατον τῶν διδασκαλείων ἐγένετο περὶ τὴν παίδευσιν τῶν γυναικῶν. Ὑπέρ τὰς ὀκτὼ καὶ εἴκοσι τῶν γυναικῶν ἀνελλιπῶς ἤκουσαν τῆς Θεανοῦς διδασκούσης ἀστρονομίαν τε καὶ μαθηματικὰ. Συγγράμματα δὲ φέρονται τῆς Θεανοῦς πολλὰ, ὥσπερ «Αἱ πρὸς γυναῖκας συμβουλαὶ», «περὶ τὴν ἀστρονομίαν», «ἐπιστολαὶ», «περὶ εὐσεβείας» καὶ ἄλλα. Ἐρωτηθεῖσα ποτὲ τί ἐστιν ἔρως ἔφη: «πάθος ψυχῆς σχολαζούσης»!!!! 
Ὑπὲρ τῶν γυναικῶν πολλάκις τοὺς λόγους ἐποίησεν ἀγγέλουσα ὡς τὰς γυναῖκας δεῖ ἀπολαμβάνειν τὰ ὅμοια τοῖς ἀνδράσιν. Πολλαὶ τῶν ἐπομένων γυναικῶν, παράδειγμα ποιούμεναι αὐτὴν συγγράμματα πολλὰ γεγράφασι περὶ τῶν ἐπιστημῶν τε καὶ τεχνῶν
Θεανὼ τὸν βίον ἐτελεύτησεν ἐν Σάμῳ ὅπουπερ καὶ ἐτάφη ὑπὸ τῶν παίδων αὐτῆς..

Μνήμη ἀμάραντος!!!

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top