Φεῦ τῆς Ἑλλάδος, φεῦ!!! Εἰ καὶ οὐκ ἀπείρως ἔχομεν τῶν πυρκαϊῶν, φίλοι, καινὴ τις συμφορὰ αὖ ἐγένετο ἡμῖν πάλιν δεινοτέρα πάντων τῶν προγεγενημένων ὥσπερ τοῖς πρωτοπείροις!!! . Ἀκμὴ θέρους καὶ πυρκαϊᾶς γενομένης τρομερᾶς τὴν ἰσχὺν ἐγγὺς Ἀθηνῶν ἀπηνθρακώθησαν ἀμφὶ τοὺς ἐνενήκοντα τῶν ἐπιχωρίων, ἀναρίθμητα τῶν ζώων, χιλιάδες τῶν οἰκιῶν τὲ καὶ αὐτοκινουμένων ὀχημάτων ἀλλὰ καὶ τὸ πλεῖστον τοῦ πευκῶνος!!! Ὅτι ἥδε μεγίστη πάντων τῶν προγεγενημένων συμφορῶν ἐστι, τοῖς εὖ εἰδόσι εἴρηται!!! Μακρὸς καὶ ἀναρίθμητος ὁ τῶν νεκύων τὲ καὶ συμφορῶν κατάλογος!!! Τῶν πυρομάχων πολλοὶ, παρὰ τὰ δεινὰ, ἀνδρείως ὑπὲρ τῶν ἐνοικούντων μαχούμενοι σβεστηρίοις τοῦ πυρὸς ὀχήμασιν ἀλλὰ καὶ ἀεροπλάνοις πρὸς τὰς δεινὰς φλόγας, διέσωσαν πολλοὺς ἐκ τοῦ βεβαίου ὀλέθρου!!! Καὶ ἀληθῶς ἦσαν τοῖς ἐπιχωρίοις οἱ πυρομάχοι μάλα ὠφέλιμοι!! Πρὸς δὲ τούτοις καὶ τὸ Ναυτικὸν τὴν Ἀττικὴν περιέπλευσε καὶ ἀπέβη εἰς τὸ Μάτι ἐπικουρῆσον τοῖς ὑπὸ τῆς πυρκαϊᾶς πάσχουσιν. Τῶνδε συμφορῶν, τὴν Ἑλλάδα κατέστησεν εἰς πένθησιν τριῶν ἡμερῶν ὁ τῶν Ἑλλήνων ἄρχων Τσίπρας.
Οὕτω, φίλοι, πένθος μέγα ὁμοῦ ὀργῇ ἐστί τοῖς ἀπανταχοῦ Ἕλλησιν. Ἴστε γὰρ εὖ τὲ καὶ σαφῶς τὸ αἴτιον. Οἱ νεκροὶ!!! Καὶ ἀληθῶς τὶς οὐκ ἄν ὀργίζοιτο ἀκούων τάσδε τῶν Ἑλλήνων καινὰς συμφοράς; Τοσοῦτοι τὸ πλῆθος νεκροὶ μάλιστα δὲ παῖδες, γυναῖκες, γηραιοὶ κλπ οὔπω ἐγένοντο Ἑλλάδι ὑπὸ πυρκαϊᾶς !! Τὶς ἄραγε πταίει; Εἰσὶ τινες βοῶντες ἀπὸ τηλεοράσεως ὅτι ὑπὸ Τούρκων ἡ τῶν δρυμῶν ἔμπρησις ἐγένετο ἐπιτηδὲς βουλομένων κατακαῦσαι τὴν πᾶσαν Ἐλλάδα. Τοῦτο δὲ χαλεπόν πιστεῦσαι!!! Οὐκ ἀληθὲς ἀλλὰ φήμη μοι δοκεῖ εἶναι τοῦτο. Τὸ ἀληθὲς ἐστι ὅτι τὰ ἀνέμων πνεύματα πάνυ ἰσχυρὰ ἦν ἐπικουροῦντα οὕτω τὸ ὀλέθριον τῆς πυρκαϊὰς ἔργον. Ὁ στρατηγὸς ἄνεμος ὡς Πολύδωρας φησὶν ὁ αἴτιος τῶν νῦν συμφορῶν ἐστιν. 
Δεῖ ἡμᾶς, φίλοι, τοὺς ἀρχομένους τε καὶ ἄρχοντας, πολὺ ἐπιμελεστέρους γενέσθαι τῶν πρόσθεν εἰς τὸ προορᾶν τε καὶ κατασβεννύναι τὰς πυρκαϊὰς. Ἐν τῷ προορᾶν δεῖ ἡμᾶς φυλάττειν ἱκανοῖς φύλαξι νυκτὸς τε καὶ ἡμέρας τοὺς δρυμοὺς πανταχοῦ τῆς χώρας κατὰ πᾶν τὸ θέρος.  Συλλυποῦμαι τοῖς οἰκείοις τῶν τεθνηκότων, εὐχόμενος τοῖς θεοῖς δοῦναι αὐτοῖς δύναμιν ψυχῆς. 

Γένοιτο.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top