Εἴδησις τῶν καλῶν!!!



Ἔγωγε, φίλοι, ὅτε περὶ ἄλλου τινὸς πολιτισμοῦ διαλέγηται τις, οὔτε τὸν νοῦν προσέχω καί οὐχ οἷος τε εἰμι συμβάλεσθαι τι ἄξιον λόγου. Ἐπειδὰν δὲ τις περὶ τοῦ Ἑλληνικοῦ πολιτισμοῦ λέγη καὶ δὴ περὶ Σωκράτους, εὐθὺς τὸν νοῦν προσέχω καὶ ἔχω τὶ λέγω. Μάλα δὲ χαίρω ἀκούων εἰδήσεις τῶν καλῶν περὶ τὴν ἀξιάγαστον ἀρχαίαν ἡμῶν πατρίδα, μάλιστα δὲ ὅτε παντοδαπὰ ἀρχαῖα σκεύη λίθου πεποιημένα ἔρμαια εὐρίσκονται ὥσπερ οἱ ἕξ ἀνδριάντες ἐγγὺς ἀρχαίας Μαγνησίας. Καὶ ἐκ τούτων οὐ χαλεπὸν εἰκάσαι ὅτι ἡ τέχνη εὕρημα Ἑλληνικὸν ἐστιν. 
Σπάνιὸν δὲ ἐστι, φίλοι, ἰδεῖν ἄλλο τοιοῦτον τι εὔμορφον ταφικὸν ἔρμαιον, λαμπρὸν ταφικὸν ἀριστούργημα φαίην ἄν, ὥσπερ τὸ τοιοῦτον, τὸ ἐν τῇ εἰκόνι ὁρώμενον!!! Ὁλόγλυπτον μικρὸν ὁμοίωμα κυνίσκου, ὁνόματι «κείμενος κυνίσκος», ἐπὶ σαρκοφάγου κειμένου, πεποιημένον λίθου κατά χρόνους Ρωμαικοὺς, ηὑρέθη ἐν τοῖς τῶν Ἀθηνῶν κήποις ἐν ἔτει 1937!!! Ἔκτοτε εἰς ἀπόθεσιν ἐτέθη ἐν τινι τῶν τοῦ μουσείου ἀποθηκῶν ἄχρι καὶ τοῦ νῦν!!! Τόνδε τὸν ἰσταμένου ἔτους μῆνα εἰς ἐπίδειξιν, κοινὴν θέαν ὡς ἀληθῶς, τοῦ εὐρήματος ἐτράποντο οἱ τὸ μουσεῖο ἰθύνοντες!!! Οὕτως ἐν κοινῷ κείσεται ὁ «κείμενος κυνίσκος» ἐν δώματι τινι τοῦ μουσείου, τοῦ Ἀρχαιολογικοῦ, καλουμένῳ «Αἴθουσα Βωμοῦ»!!! Ἔξεστι δε ἡμῖν ἰδεῖν τοῦτο ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ Ὀκτωβρίου μηνὸς. 
Ἐμοὶ τοίνυν δοκεῖ, ὦ φίλοι, χρῆναι ἡμᾶς μὴ ἄλλως ποιῆσαι ἀλλὰ ἀποπειραθῆναι ἀφικομένους εἰς μουσεῖον ὀψομένους τὸ λαμπρὸν τοῦτο εὕρημα. Ἄξιον ἐστὶν!!!

Ζήτω ἡ Ἑλλὰς εἰς τὸ ἀεὶν.  


Χαίρετε...

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top