Κακὸς μόρος ἐπέκειτο ἀνδρὶ τινι ἐν Μπανγκλαντές, ὦ φίλοι, ὅς τὰ ἔσχατα αἰκιζόμενος ὑπὸ μαινομένου ἀλαλάζοντος ἐπιχωρίου ὄχλου μωαμεθανῶν, ζῶν ἐπὶ τὸ τέλος ἐνεπρήσθη ὡς τοῦ κορανίου βέβηλος ἐν μέσῃ τῇ πόλει Μπουριμάρι!! Τάραχος δ' ἐγένετο μοι μέγας ἀναγιγνώσκων τόδε τὸ θλιβερὸν συμβὰν. Πῶς τοῦτο δυνατὸν ἐστιν ἐν ἔτει 2020; Ποῖ ἡ νομοφυλακὴ ἦν; 

Οὐκ οἶδα, ὦ φίλοι, τὶ ποιητέον ἡμῖν ἐστιν. Τὶ δῆτα; Ἀγάπη τοῦτο ἐστὶν αἰκίζειν ἀνθρώπους; Ἴσως γεγήρακα.. 

Χαίρετε τῆς ἡμέρας τὸν νοῦν προσέχοντες τῷ κορωνοϊῷ... 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top