Οἱ νῦν, ὦ φίλοι, πολλῶν ἀληθῶν περὶ τῶν ἡμῶν προγόνων ἐπιλελησμένοι εἰσὶν. Δεῖ δὲ τοὺτων τῶν ἀληθῶν ἡμᾶς μὴ ἐπιλανθάνεσθαι δι' οὐδὲν ἄλλο ἤ ὅτι οἱ ἡμῶν εὐκλεεῖς πρόγονοὶ εἰσιν. Τήμερον βούλομαι ὑμῖν εἰπεῖν περὶ τέχνην τινα τῶν ἡμῶν προγόνων, τὴν μελισσουργίαν.

Μελιττοτροφεῖα ἦν τοῖς ἀρχαίοις πολλὰ, ὦ φίλοι, ἐξ ὧν τὸ μέλι συνέλεγον οἱ ἡμῶν πρόγονοι. Μελιττονόμοι τὰς μελίττας ἐσαεὶ ἐφύλασσον ὅπως μὴ τὶ κακὸν πάθωσιν. Μελιττοσόος δ' ἐνομίζετο εἶναι ὁ Πὰν. Πολλοὶ δὲ τῶν τότε Ἑλλήνων τὲχνην ἐποιοῦντο τὴν μελισσουργίαν καλούμενοι μελισσεῖς. Περιφημότατον δ' ἦν τοῖς πᾶσι τὸ Ἀττικὸν μέλι. 

Ἀγγεῖα δε πολλὰ ἦν τοῖς τότε πρὸς τὸ συλλέγειν καὶ φυλάττειν τὸ μέλι ὥσπερ τὰ καπνηστήρια πρὸς τὸ καπνίζειν τὰς μέλιττας, αἱ μελιττοφάτναι, τὰ μελιτηρὰ ἀγγεῖα πρὸς τὸ φυλάττειν αὐτὸ. Ἦν δὲ καὶ ἀγγεῖα ἱκανὰ αὐτοῖς πρὸς τὸ συλλέγειν τὸν κηρὸν ἐκ τῶν μελιττῶν. Κηρῷ δ' ἐχρῶντο εἰς τὴν κηρογραφίαν, ἀλλὰ καὶ εἰς τὴν κοσμητικὴν τέχνην.

Ἦν δὲ μελιτοπωλεῖα τε καὶ κηροπωλεῖα πολλὰ ἐν Ἀθήναις ἐν ἐκείνῳ τῷ χρόνῳ. Μέλιτι γὰρ ἐχρῶντο οἱ ἡμῶν πρόγονοι ὣσπερ ἡμεῖς σακχάρει χρὼμεθα. Λαμπὰδας δὲ κηροῦ ἐποιοῦντο. 

Πολλὰ δ' ἐδώδιμα καὶ πόσιμα παρεσκεύαζον μέλιτι χρώμενοι ὡς τό μελίζωμον ἤ οἶνος μελιχρὸς(ἡδυσμένος μέλιτι) ἀλλὰ καὶ τὸ μελίπηκτον ὅ πλακοῦς μετὰ μέλιτος ἦν. 

Ὁρᾶτε οὖν, ὦ φίλοι, ὅτι εἰ καὶ γνωστὴ ἦν ἡ μελισσουργία τοῖς Αἰγυπτίοις τε καὶ Μυκηναίοις εἰς τέχνην ὡς ἀληθῶς ᾕρητο ὑπὸ τῶν ἡμῶν προγόνων ἐν Ἀθήναις. 

Μύρια εὖγε.. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top