Ἄτοπον τοίνυν τι καὶ ἀσεβὲς ὑμῖν ἐθέλω εἰπεῖν, ὦ γνήσιοι Ἕλληνες, ὅ εἰς ἐφημερίδα ἀνέγνων πρὸ ὀλίγου. Ἴστε δὲ που εὖ ὅτι Θεμιστοκλέους ταφικὸν μνημεῖον ἐν Πειραιεῖ ἐστιν ἀπὸ τοῦ παλαιοῦ, παρὰ ῥηγμῖνι θαλάττης. Πολλὰ δὲ ἄξια ἐπαίνου ὑπὲρ ἡμῶν πεποίηκεν ὁ Θεμιστοκλῆς τὸ παλαιὸν βοηθῶν ἡμῖν τοῖς Ἕλλησι τὰ μέγιστα.
Καὶ τὶ ἀσεβὲς οἴεσθε ἔδοξε τοῖς ἐπὶ τοῦ ΟΛΠ οὖσι πρᾶξαι; Παρὰ τῷδε τῷ Θεμιστοκλέους μνημείῳ τὰ οἰκημάτων ἐρείπια ῥίπτειν!! Ὁρᾶτε, ὦ φίλοι, τὸ μέγα φορτικὸν ὄχημα ἀπορριπτοῦν τὰ ἐρείπια ἐγγὺς τοῦ μνημείου εἰ καὶ ὁ νόμος ἄλλως κελεύει. Ἄποθεν γὰρ τοῦ μνημείου, ὑπὲρ τὰ ἑκατὸ μέτρα, κατὰ νόμον, ἔξεστι τὰ ἐρείπια ῥίπτειν, ὡς τῶν εὖ εἰδότων εἷς ἔλεξεν τοῖς δημοσιολόγοις.
Τηλικούτου ὄντος τοῦ κινδύνου, ὦ φίλοι, τῆς πρωΐας πολλοὶ τῶν φιλούντων τοὺς ἡμῶν εὐκλεεῖς προγόνους, συναθροισθέντες ἐγγὺς τοῦ μνημείου, μιᾷ χρώμενοι γνώμῃ περὶ τοῦ μνημείου τε καὶ δικαίου διεμαχέσαντο τοῖς παρανομοῦσιν.
Ἀπορῶν οὖν, ὦ φίλοι, ἐρωτῶ ὑμᾶς τοῦτο. Πῶς τοῦτο δυνατὸν ἐστιν γενέσθαι; Τὶ δῆτα τὴν νομοφυλακὴν κωλύει συλλαβεῖν τοὺς παρανομοῦντας ἐπὶ δίκην; Πῶς δῆτα οὐκ ἔστιν οὐδεὶς τῶν θεσμικῶν ὅς τοὺςδε τοὺς παρανομοῦντας οἷος τ' ἐστιν κωλύειν;
Τὶ οὖν φατὲ δεῖν, ὦ φίλοι; Ἔγωγ' ἀπείρηκα καὶ οὐκ ἔχω τὶ φῶ.
Χαίρετε τῆς ἡμέρας..
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου