Ταῖς μεγίσταις τιμαῖς τὸ Ἀρχεῖον Πολιτισμοῦ τὴν Μαρίαν Τζάνη, τῆς ἑσπέρας ἐγέραρεν! Περὶ τῆς Μαρίας, ὦ φίλοι, οὐκ ἄν φθάνω λέγων τὴν πᾶσαν νύκτα. Ἔξεστιν ὅμως τοῖς βουλομένοις ὑμῶν ῥᾳδίως εἰς διαδίκτυον τὰ λαμπρὰ αὐτῆς ἔργα εὑρεῖν.

 Ἐν τῇ καλουμένῃ οὖν τοῦ Πλάτωνος Ἀκαδημίᾳ ὀλίγοι, οἱ ὑπὸ τοῦ Ἀρχείου Πολιτισμοῦ ἐκλεχθέντες, τῇ ἕκτῃ τῆς ἑσπέρας παρεγενόμεθα ἵνα τὴν προσήκουσαν τιμὴν τῇ Μαρίᾳ ἀποδῶμεν ὡς ὑπερέχουσα τῶν Ἑλλήνων ἁπάντων περὶ τὰ Ἑλληνικὰ.

Ὑποκὰτω τῆς ἐλαίας τοῦ Πλάτωνος καὶ ὑπὸ τοὺς ἐπιγονείου ἀρχαίους ἤχους, τὸ γέρας ὁ Λεκάκης τῇ Μαρίᾳ  ἐν συγκινήσει ἀπέδωκεν, τῶν παρόντων τὰς χεῖρας κροτούντων.

Ἡ Μαρία ὑπολαβοῦσα ἔφη τοιάδε: 

"Ἡ μεγίστη ἁπάντων τῶν οὐκ ὀλίγων προγεγενημένων μοι τιμῶν ἥδε ἡ ἄρτι νῦν προσαφθεῖσα μοι ἐστιν. Πολλὴν χάριν ἔχω τῷ συλλόγῳ "Ἀρχεῖον Πολιτισμοῦ" ἀλλὰ καὶ ὑμῖν τοῖς δεῦρο ἀφικομένοις ἀποδωσομένοις μοι τὴν προσήκουσαν τιμὴν. Οὗτος ὁ ἱερὸς χῶρος ἐφ' οὗ νῦν ἰστάμεθα μνήμας ἡμῖν ἐπαναφέρει ὑπὲρ τῶν ἡμῶν εὐκλεῶν προγόνων. Τῶν μεγίστων γὰρ ἀγαθῶν τοῖς ἀνθρώποις οἱ ἡμῶν εὐκλεεῖς πρόγονοι αἴτιοι γεγόνασιν. Τὰς παρ' ἐμοῦ, ἀντιβολῶ ὑμᾶς, θερμὰς εὐχαριστίας ἀποδέξασθε"

Ἀκολούθως τούτοις, καὶ εἶδος τὶ στρεπτοῦ πλακοῦντος, τὰ νῦν τούρτα, ἐγευσόμεθα ἀλλὰ καὶ εἰς ὄρχησιν ἔνιοι ἐν χαρᾷ καὶ εὐθυμίᾳ ὄντες ἀνίσταντο. 

Τέλος καλὸν καὶ τὰ ὕστερα καλὰ, οἱ ἡμῶν πρόγονοι ἔλεγον. 

Τιμητέα τοῖς Ἕλλησιν ἡ Μαρία Τζάνη.

Μύρια εὖγε καὶ τοῖς ἐπὶ τοῦ Ἀρχείου Πολιτισμοῦ οὖσιν.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top