Ἄξιον, ὦ φίλοι, πρὸς τὴν Ἑλλάδα ζῆν ἁλλὰ καὶ ἀποθνήσκειν ἐστὶν. Εἰ καὶ κρείττονας ἡγεμόνας εἴχομεν, παράδεισος ἄν ἡ Ἑλλάς ἦν. Ἡ 28ὴ Ὀκτωβρίου πάνδημος ἑορτὴ κατ' ἔτος ἐστὶν, ὡς εὖ ἴστε, καθ’ ἥν οἱ Ἕλληνες τοῖς Ἰταλοῖς τὸ περιβόητον "Οὔκ" εἶπον, οἳ ἐδέοντο ἡμᾶς παραδοθῆναι, κατὰ τὸν δεύτερον οἰκουμενικὸν πόλεμον..
Πρὸς τοῦτο ἐν τῇ ἡμέρᾳ ταύτῃ παρελαύνουσιν ἐπὶ τῶν ὁδῶν ἐν ταῖς πόλεσιν οἱ Ἕλληνες εἰς τιμὴν τῶν ἡρώων ἐκείνων ἀλλὰ καὶ διηγήσεις τηλεοράσει γίγνονται περὶ τoῦ πολέμου, μνήμην οὕτω ποιοῦντες τῶν Ἑλλήνων ἐκείνων οἳτινες τὸν βίον ἀπώλεσαν ὑπὲρ τῆς ἡμῶν ἐλευθερίας, τοῖς Ἰταλοῖς ἐν τοῖς ὄρεσι τῆς Μακεδονίας πολεμοῦντες.
Παρὰ τῇ εὐκαιρίᾳ τῆς ἑορτῆς, εὔχομαι τῇ πατρίδι εὐτυχίαν τε καὶ εὐδαιμονίαν ἐν εἰρήνῃ, ἄνευ πολέμων.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top