Ὡς ἄρτι ἤγγελται, ὦ φίλοι, ἀπεσχισμένος ἤδη ὁ μέγιστος πάγος Α32α ἐκ τῆς Ἀνταρκτικῆς ἐστιν, ὅς ἐν μεγάλῃ ἀγωνίᾳ τὸ ἔθνος τῶν ἀπανταχοῦ χθονὸς ἐπιστημόνων ἐνέβαλεν. Ὁ πάγος, τρὶς τόσον ὅσον ἡ Νέα Ὑόρκη τὸ μέγεθος ὤν, πρὸς τὸ νότιον τῆς γῆς ἡμισφαίριον πορεύεται, ἐν κινδύνῳ μεγάλῳ οὕτω τὸ ναυτίλλεσθαι τιθεὶς.
Καθὰ τοῖς εὖ εἰδόσιν εἴρηται ὁ μέγας πάγος ὅδε πιθανὸν ἐστιν γενέσθαι τὸ αἴτιον καινῶν ἀκράτων κατακλυσμῶν, δεινῶν καταιγίδων, ἀλλὰ καὶ ἄλλων παρομοίων φαινομένων, ἅτινα τὴν οἰκουμένην εἰς χάος ἐμβάλλουσιν.
Θεὸς τις φιλάνθρωπος τὴν χεῖρα εἰς βοήθειαν ἡμῖν ὀρεξάτω
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου