Μυριάδας ἀνθρώπων κατέκτεινεν ἀλλὰ καὶ ἀναριθμήτους οἰκίας ἀπώλεσεν ἐν τῷ Νεπὰλ φοβερὸς σεισμὸς χθονὸς τῆς νυκτὸς. Ἐσχίσθησαν αἱ ὁδοὶ καὶ κῶμαι ἐχαώθησαν ὑπὸ τοῦ τρομεροῦ σεισμοῦ, καὶ πολλοὶ περίφοβοι ἐν ταῖς ὄρεσι ἔτι μένουσι, πλανώμενοι καὶ ἀβοήθητοι.
Τοσοῦτον δὲ κραταιὸς ὁ σεισμὸς ἦν ὥστε καὶ ἐν τῷ Νέῳ Δελχὶ, τὴν πρωτεύουσαν πόλιν τῆς Ἰνδίας λέγω, αἰσθητὸς ἐγένετο ἥτις ἄποθεν τοῦ σεισμοῦ κεῖται ἐν ἀποστάσει δισχιλίων ὀκτακοσίων σταδίων!!
Χρὴ δ’ ἡμᾶς τοιούτους ἑμαυτοὺς εἰς βοήθειαν παρασχεῖν, οἵους περ καὶ ἕτεροι ἑαυτοὺς πρὸς ἡμᾶς ἐν τῷ παρελθόντι παρεῖχον.
Τὰ παρ’ ἐμοῦ συλλυπητήρια πέμπω τοῖς οἰκείοις τῶν τεθνεώτων.


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top