Θεωρεῖτε, ὦ φίλοι Σωκρατόγομφοι, ἔργον μέγα τὸ κάλλος ἔχον, οἷον οὐ ῥᾴδιον ἀλλαχοῦ ἰδεῖν, ἐν ᾧ νέος τις παῖς, ἀμφὶ τὰ δέκα ἔτη γεγονὼς, ἐφ' ἵππου ἀναβεβηκώς τυγχάνει ὤν, ὡς ἱππευτὴς.
Ἐγγὺς τοῦ Ἀρτεμισίου τῆς βορείου Εὐβοίας τῷ 1928 εὑρέθη ἐν ναυαγίῳ, καὶ τὰ νῦν ἐν τῷ Ἀθηνῶν ἀρχαιολογικῷ μουσείῳ εἰς ἐπίδειξιν κεῖται.
Ὁ ἀνδριὰς ἐπιχρονίως πεποιημένος περὶ τὸ 150 ἐστὶν, καὶ ἐστι περὶ τὸ μέγεθος τὸ μὲν μῆκος 2,9 μέτρα ,τὸ δ’ ὕψος 2,1 μέτρα. 
Τὶς δ’ ὁ ποιητὴς αὐτοῦ ἀλλὰ καὶ τίνες οἱ λόγοι ἐξ ὧν τὸ ἔργον ἐγένετο οὐκ ἔτι γνωστοὶ ἡμῖν εἰσιν. Ἔστι ὅμως ἀρχαιολόγος τις, ὁ Σεανὸς Ἐμίνγουεϊ, ὅς λέγει ὅτι πιθανὸν ὁ ἀνδριὰς ἐκ τῆς Κορίνθου ἁρπαχθείς τῷ 146 ὑπὸ τοῦ Μομμίου, εἶτα τῷ Ἀττάλῳ δοθεὶς ἵνα εἰς Πέργαμον αὐτὸν περαιώσῃ, ἀπωλέσθη ἐν ναυαγίῳ. 
Καὶ ἡ Θεὰ Νίκη ἐπὶ τοῦ δεξιοῦ μηροῦ τοῦ ἵππου κεχαραγμένη ἐστὶν, ἐν χερσὶ ἔχουσα στέφανον νὶκης.
Ἴδετε, ὦ φίλοι, ὡς φυσικῶς ὁ ἵππος ἀλλὰ καί ὁ ἱππευτὴς γενόμενοι εἰσιν. Ἴδετε τοὺς φλέβας ἐπὶ τῶν ποδῶν τοῦ ἵππου ἀλλὰ καὶ τὴν ὄψιν τοῦ ἱππευτοῦ!! 
Ἀπαράμιλλον Ἑλληνικὸν κάλλος.. Μύρια εὖγε...

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top