Οὐκ ᾔδειν κἀγὼ γε, ὦ φίλοι, πολλὰ περὶ τοῦ Ἑρμείου πρὶν ἢ τὴν παρουσίασιν τῆς Marijana Ricl διὰ τοῦ ΖΟΟΜ τῆς ἑσπέρας θεάσασθαι, ὅς τῶν ἀρίστων ὁμολογεῖται ὑπὸ τῶν εὖ εἰδότων εἶναι.
Οὕτως εἰς ζήτησιν περὶ τοῦ Ἑρμείου ἐν τῷ δικτύῳ ἐτραπόμην καὶ εὗρον πολλὰ περὶ αὐτοῦ ἄξια λόγου. 
Τὸ μάλιστα σπουδαῖον ἐν τούτοις ἐστὶν, ὅτι περὶ τὴν φιλοσοφίαν ἐν τῇ Ἀκαδημίᾳ τοῦ Πλάτωνος σπουδάσας πιστότατος αὐτῆς ἄχρι τὸ πέρας τοῦ βίου αὐτοῦ ἔμεινεν.
Ὁ Ἀριστοτέλης ἔγημε τὴν θετὴν θυγατέρα τοῦ Ἑρμείου καὶ ἐθαύμασεν αὐτὸν τοσοῦτον, ὥστε ἔγραψεν ὕμνον αὐτῷ, ὃν καθ' ἡμέραν ᾔδοντο ἐν τῷ διδασκαλείῳ αὐτοῦ.
Ἀπέθανε δ’ ἐν τραγικῷ τρόπῳ, μετὰ βασάνων καὶ σταυρώσεως ὑπὸ τῶν Περσῶν.
Ἐν τῷ μέλλοντι γράψομεν περὶ τοῦ Ἑρμείου μετὰ πλειόνων λεπτομερειῶν περὶ τοῦ βίου αὐτοῦ. Ἄξιὸν ἐστιν.
Ἤδη ὀψὲ τῆς νυκτὸς ἐστιν, ὦ φίλοι, καλὴ ὑμῖν αὐγὴ γένοιτο.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top