Ἐξ ὧν ἀναγινώσκω, ὦ φίλοι, ἐστὶν ἡ εὕρεσις τοῦ τύμβου τοῦ Κερβέρου, ὃς τῷ Ὀκτωβρίῳ εὑρέθη ἐγγὺς Νεαπόλεως, ἐν Ἰταλίᾳ. Ὁ τύμβος ἐν ἀρίστῃ κατατάσει τυγχάνει ὤν καὶ ἐπ’ αὐτοῦ εἰσιν ἀπεικονίσεις περὶ τὴν ἀρχαὶαν Ἑλλάδα, ὡς δεῦρο ὑποκάτω ὁρᾶτε, αἵτινες ἡμῖν παρέχουσιν πλῆθος καινῶν περὶ τὴν ἀρχαίαν Ἑλλάδα γνώσεων.
Ὁρᾶτε, ἐν παραδείγματι, τὸν Κέρβερον, ὅς τρεῖς κεφαλὰς φέρει, καὶ τὸν Ἡρακλέα, ὅς εἰς Άδην κατῆλθεν ἵνα τὸν Κέρβερον εἰς τὸν Εὐρυσθέα ἄξῃ. Εἷς γὰρ ἐκ τῶν δώδεκα ἄθλων αὐτοῦ καὶ τοῦτο ἦν, ὅ πάνυ ἐπιτυχῶς ὁ Ἡρακλῆς ἐπέρανεν.
Τῇ προτεραίᾳ περὶ τὸν ἐν Σάρδεσι τῆς Ἀρτέμιδος νεὼν εἰς λόγους ἀφικόμεθα. Τῇδε περὶ τοῦ ἐν Ἰταλίᾳ τύμβου τοῦ Κερβέρου. Πανταχοῦ, ὦ φίλοι, ὅπουπερ καὶ ἄν τις ὀρύττῃ τὴν Ἑλλάδα εὑρήσει. 
Μύρια εὖγε..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top