Ἀφ' οὗ εἶδον τὸν ἐν εἰκόνι κίονα, ὦ φίλοι, οὐκ ἠδυνάμην οὐδὲ ἐπ’ ὀλίγον τοὺς ἑμαυτοῦ ὀφθαλμούς ἀποσπᾶν ἀπ' αὐτοῦ, θαυμάζων τὸ μέγα αὐτοῦ κάλλος, ἀλλὰ καὶ μακαρίζων τοὺς ἡμῶν εὐκλεεῖς προγόνους τῆς τέχνης αὐτῶν.
Μέρος Ἑλληνικοῦ κίονος, ῥυθμὸν Ἰωνικὸν ἔχοντος, ἐκ τοῦ ἐν Σάρδεσι νεὼ τῆς Ἀρτέμιδος ὁρᾶτε, ὦ φίλοι, ὅς τῷ 1911 ἀνεσκάφη ἐν Σάρδεσιν ὑπὸ ἀρχαιολόγων. 
Ὡς ὁρᾶτε, ἐν τῷ μέσῳ δώματος τινος τοῦ ΜΕΤ εἰς ἐπίδειξιν νῦν κεῖται, ὅς τὸ παλαιὸν ἱστάμενος ὑπὲρ τοὺς ὀκτὼ καὶ πεντήκοντα πόδας ἐτύγχανεν ὤν ἐν τῷ νεῲ. Ὡς λέγεται, ἐκ τοῦ σηκοῦ πιθανὸν ὁ κίων ἐστιν ἤ ἐκ τοῦ ἐξώστου τοῦ νεὼ.

Ἴδετε ὡς εὖ κεκοσμημένον τὸ τῆς στήλης κεφαλῆθρον ἐστὶν, ἀλλὰ καὶ τὴν κρηπίδα αὐτοῦ ὡς περιτέχνως λεπτὰ φύλλα φέρει, ἅ ἐν τοῖς ἀρίστοις τῶν πώποτε εὑρημένων τὸν κίονα τὸνδε τιθέασιν.
Τί πρῶτον εἴπῃ τις περὶ τοῦδε τοῦ κάλλους, ὦ φίλοι; Ἐσμέν δὲ μάλα τυχεροὶ ὅτι Ἕλληνες πεφύκαμεν...

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top