Πληθώραν ποικίλων περικεφαλαιῶν ἐν τάξει ἀποθέτους, ἐν ἀποθήκῃ τοῦ Ἀρχαιολογικοῦ τῆς Ὀλυμπίας Μουσείου ὁρᾶτε, ὦ φίλοι.
Ῥᾴδιον δ’ ἐκ τῆς εἰκόνος ἐννοίαν τινα λαβεῖν περὶ τοῦ πλήθους τῶν κρανῶν, ἅτινα ἄχρι τοῦ νῦν ἀπὸ τοῦ παλαιοῦ σῴζωνται. Ἴσως τινες ὑμῶν ἀποροῦσι πόθεν εἰς τοσοῦτο μέγα πλῆθος τὰ κράνη ἐσώθησαν;
Καθὰ ἀρχαιολόγοις εἴρηται, ὁπόταν οἱ ἐκ τῶν μαχῶν μαχηταὶ οἴκοι ὀπίσω ἐγένοντο, βουλόμενοι δεῖξαι τὰς ἑαυτῶν εὐχαριστίας τῷ Διί ἐπὶ τῇ νίκῃ, τὰ ἑαυτῶν ὅπλα αὐτῷ ἀνετίθεσαν, ἅ παράσημα ἐκαλοῦντο.
Ὅτι δ’ ἦν ἐν Ὀλυμπίᾳ τοῦ Διὸς μέγας νεὼς, ἐδόκει τοῖς Ἕλλησιν ὡς ὁ νεὼς ὅδε, ὁ βέλτιστος νεὼς τὰ ἑαυτῶν ὅπλα ἀναθεῖναι εἶναι.
Οὕτως, ὦ φίλοι, ποικίλα ὅπλα ὡς κράνη, θώρακες, δόρατα ἀλλὰ καὶ ἀσπίδες ἐν τῷ νεῴ τοῦ Διὸς συνελέχθησαν..
Ὡς ὁρᾶτε ἄξιον είς ἐπίσκεψιν ἐν Ὀλυμπίᾳ ἐστὶ γενέσθαι. Πολλὰ γὰρ κειμήλια τῶν ἡμῶν προγόνων ἐκεῖ ἐστιν.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top