Ἐκ τῶν ἀναγνωσθέντων μοι σήμερον, ἐν τῇ Μεξικῇ πόλει Τσιουάουα, πτηνὰ ἀναρίθμητα ἐξαίφνης ἀτάκτως κατέπεσον βιαίως ἐκ τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς. Τὰ δὲ πλεῖστα ἐξ αὐτῶν, ἐκ τῆς προσκρούσεως ἀπέθανον. Τὶ γίγνεται, ὧ φίλοι; Ποῖ βαίνομεν; Μῶν τὸ ἡμῶν τῶν ἀνθρώπων τέλος ἐγγὺς ἐστιν; Ἴσως τινὲς ὑμῶν, ὡς ἄν ἦσαν ὁ Αναξαγόρας, φήσωσιν ὅτι φυσικὸν τοῦτο τὸ γεγονὸς ἐστιν. Ἴσως τινες ἄλλοι, ὡς ἄν ἦσαν ὁ Διοπείθης, ὅτι κακὸς ἐκ τῶν θεῶν οἰωνὸς ἐστιν. Πῶς ὑμῖν δοκεῖ, ὦ φίλοι; Φυσικὸν τι γεγονὸς ἐστιν ἢ οἰωνὸς δεινὰ τὰ μέλλοντα ἡμῖν προμηνύων; Ἀναξαγόρας ἤ Διοπείθης;
Πότερον;

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top