Ἐν ταῖς ἀρχαίαις Ἀθήναις, ὦ φίλοι, ἡ τῶν γυναικῶν κὸμη σημεῖον ἦν εὐγενείας ἀλλὰ καὶ ἱκανὸν τεκμήριον τῆς τάξεως αὐτῶν, αἷς ἐδόκει καλὸν εἶναι κομᾶν ἑαυτὰς κατὰ τὸ ἑαυτῶν γένος, ὁπόταν εἰς δημοσίας τελετὰς συνῇσαν. Ὁρᾶτε γὰρ ὡς εὖ πεπλεγμένος τε καὶ ἀναδεδεμένος ὁ τῶν Καρυάτιδων πλόκαμος εἰς τοὐπίσω ἐστιν, ὅς εὐπρεπεστέρας τὰς καλὰς γυναῖκας ὁρᾶσθαι ποιεῖ.
Ἀλλὰ καὶ σύμβολον ἐλευθερίας τόσον ἐν γυναιξὶν ὅσον καὶ ἐν ἀνδράσιν ἡ πολλὴ κόμη ἐνομίζετο εἶναι. 
Ἀνεμνήσθην δὲ νῦν καὶ τοῦτο ὅτι ἐν πᾶσιν τοῖς τῶν Ἑλλήνων θεοῖς τε καὶ θεαῖς, ἡ κόμη πολλὴ καὶ πέραν τοῦ μέτρου μακρὰ ἦν, ἀλλὰ καὶ ἐν τοῖς φιλοσόφοις, βασιλεῖς, ἱερεῖς, ποιηταῖς, ἐξ ὧν οἱ πλεῖστοι τέττιγι χρυσῷ τὰς ἐν τῇ κεφαλῇ τρίχας ἐκόσμουν.
Τὶ οὖν χρὴ τὰς γυναῖκας ποιεῖν ἐνταῦθα ἐν Ἑλλάδι; Μανδήλιον μέλαν ἤ καλύπτραν ἐπὶ τῆς κεφαλῆς αὐτὰς φέρειν μᾶλλον ἤ ὡς οἱ ἡμῶν πρόγονοι εὖ κεκαλλωπισμένην τὴν κόμην φέρειν ὡς τὸ τῆς ἐλευθερίας αὐτῶν σύμβολον;  Πότερον αἱρεῖσθε;

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top