Ἄραγε ἀληθῶς, ὦ φίλοι, ἤ οὐκ ἀληθῶς ἔλεγεν ὁ Ἡρόδοτος ἱστορῶν ὅτι οἱ Σκύθαι ἔπινον τὸ τῶν πολεμὶων αἷμα καὶ ὅτι πολλὰ ὅπλα ἐποιοῦντο ἐκ τοῦ δέρματος τῶν πολεμίων.
Οἱ Σκύθαι, ὡς ἴστε, πολεμικώτατον βάρβαρον ἔθνος ἦσαν οἵ κατῴκουν πρός βορρᾶν τοῦ Εὐξείνου πόντου περὶ ἀπὸ τοῦ 700 ἄχρι τοῦ 300 που.
Ἵνα οὖν δῆλον τοῦτο γένηται, ἔδοξε τισι τῶν ἐν τῷ τῆς Κοπενχάγης πανεπιστημίῳ ἐρευνητῶν, ἐλέγξαι πότερον ἀληθῆ ἤ οὐκ ἀληθῆ ὁ Ἡρόδοτος ἱστορεῖ. Πρὸς τοῦτο λαβόντες 45 πρωτεΐνας ἐκ δειγμάτων δέρματος, ἅτινα ἐκ τεσσάρων καὶ δέκα Σκυθικῶν οἰκισμῶν συνέλεξαν, καὶ χρώμενοι τῇ παλαιοπρωτεομικῇ μεθόδῳ, δῆλον τοῖς πᾶσιν ἐγένετο ὅτι ὁ Ἡρόδοτος ἀληθῆ λέγει. Αἱ γὰρ φαρέτραι τῶν τοξευμάτων τῶν Σκυθῶν, ἐκ δέρματος ἀνθρὼπων ἦσαν!!!
Ἄπιστον;

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top