Ἐν Ἀθήναις ἀμφὶ τὸ 450 ὁ Ἀλκιβιάδης εἰς τὸν βὶον ἦλθεν, ὦ φίλοι, ἐν οἴκῳ πλουσίῳ, οὗ πατὴρ ὁ Κλεινίας ἦν, ὁ τοῦ Ἀξιόχου ἀδελφὸς, καὶ μήτηρ, ἡ τοῦ γένους τῶν Ἀλκμαιωνιδῶν Δεινομάχη, ἡ τοῦ Μεγακλέους θυγάτηρ. 
Τετραετὴς ἔτι ὤν ὁ Ἀλκιβιάδης, τὸν ἑαυτοῦ πατέρα ἀπώλεσεν, ἐν μάχῃ τινὶ περὶ τὴν Κορωνείαν, ἧς ὡς στρατηγὸς μετεῖχεν. 
Οὕτως ὀρφανὸς πατρὸς ὁ Ἀλκιβιάδης ὤν, ἡ τροφὴ αὐτοῦ ἐδόθη τῷ πάνυ Περικλεῖ, ἐξαδέλφῳ ὄντι τῆς μητρὸς αὐτοῦ. Ὁ Περικλῆς ἐτύγχανεν ἀσκῶν τὴν ἀρχὴν τῶν Ἀθηνῶν ὡς ἐπὶ τὸ πλεῖστον ἐν τῷ τότε καὶ οὕτω μάλα ἐπιμελὴς ὤν τῆς ἀρχῆς, οὐκ ἠδυνὴθη παρέχειν τῷ Ἀλκιβιάδῃ τὴν παίδευσιν ἥν ὁ Ἀλκιβιάδης ἐδεήθη. Ἴδετε, ἐν μιᾷ, τῶν ὑποκάτω εἰκόνων, τὸν Περικλέα διδάσκοντα τὸν Ἀλκιβιάδην.
Ὡς νέος ὁ Ἀλκιβιάδης ἐπαιδεύθη ὑπὸ πολλῶν ἱκανῶν ἀνδρῶν, ὧν σπουδαιότατος ὁ Σωκράτης ἦν. Καθὰ δὲ ἱστορεῖται ὁ Σωκράτης τὴν ψυχὴν τοῦ Ἀλκιβιάδους ἐν τῇ περὶ τὴν Ποτειδαίαν μάχῃ ἐκ βεβαίου θανάτου ἔσωσεν, γενναίως τοὺς πολεμίους τῷ Ἀλκιβιάδῃ ἀμυνόμενος. Ἐκ τούτου σέβας μέγα τῷ Σωκράτει παρὰ τῷ Ἀλκιβιάδῃ ἐγένετο. Ἴδετε τὴν εἰκόνα. 
Ἔοικεν ὅμως, ὦ φίλοι, ὅτι ἡ τοῦ Σωκράτους διδασκαλία ὀλίγην ἰσχὺν εἰς τὸν Ἀλκιβιάδην εἶχεν, ὅς πλούσιος καὶ καλὸς ὢν, τὸν ἑαυτοῦ βίον ἀτάκτως ἔζησεν καὶ ἐν οὐδεμίᾳ περιπτώσει κατὰ τάς παραινέσεις τοῦ Σωκράτους περὶ εὐγενοῦς τε καὶ ἠθικοῦ βίου ἔζησεν. 
Τῷ 415 πειθόμενοι τοῖς εἰρημένοις τοῦ Ἀλκιβιάδους οἱ Ἀθηναῖοι, στρατεύουσιν κατὰ κράτος ἐπὶ τῶν Συρακουσῶν, οἰόμενοι ὅτι μέγας πλοῦτος εἰσελεύσεται ἐν Ἀθήναις ἀλλὰ καὶ ὅτι ἔτι ἰσχυροτέραν τὴν ἑαυτῶν κυριαρχίαν κατὰ τὴν Μεσόγειον ποιήσουσιν.
Τῇ προτέραίᾳ νυκτὶ ὅμως τοῦ ἔκπλου, πολλαὶ κεφαλαὶ τῶν ἐν Ἀθήναις Ἑρμῶν ἐξεκόπησαν, ὅ μεγίστη ὕβρις ἐνομίσθη ὑπὸ τῶν Ἀθηναίων εἶναι.
Ὡς ὑπαίτιον τῆς ὕβρεως ταύτης τὸν Ἀλκιβιάδην ἔχοντες οἱ Ἀθηναῖοι καὶ ἐν ὀργῇ ὂντες, θάνατον αὐτοῦ κατέγνωσαν, καὶ πρὸς τοῦτο μετεπέμψαντο αὐτὸν ἐκ τῆς Σικελίας, ἔνθα τῆς στρατείας ἡγεῖτο, ἵνα ἐν Ἀθήναις ἀποθάνῃ.
Οὕτω, φίλοι, ὁ Ἀλκιβιάδης δραπέτης ἀναγκαίως ἐγένετο, προστρέξας εἰς τοὺς πολεμίους τῶν Ἀθηναίων Λακεδαιμονίους, δῆλα αὐτοῖς ποιῶν πολλὰ τῶν Ἀθηναίων στρατιωτικῶν στοιχείων. Πρὸς τούτοις καὶ τοὺς τῶν Ἀθηναίων συμμάχους εἰς στάσιν παρώτρυνεν ἀλλὰ καὶ ὁ αἴτιος πολλῶν δεινῶν τοῖς Ἀθηναίοις ἐγένετο.
Κατὰ τὸν Πλούταρχον καὶ ἐν τῇ Σπάρτῃ συγγενόμενος τῇ γυναικὶ τοῦ Ἄγιδος, εἰς δυσμένειαν ἐνέπεσεν καὶ ἀπολιπὼν τὴν Σπάρτην εἰς Περσὶαν ἐγένετο. 
Πολλὰ καὶ τὰ ἐν Περσίᾳ γενόμενα ὑπὸ τοῦ Ἀλκιβιάδους ἐστὶν ἅ οὐκ ἄν φθάσειεν ὁ ἐπίλοιπος χρόνος ἱστορῆσαι. Τοῖς βουλομένοις ὑμῶν ʽρᾴδιον εἰς διαδίκτυον αὐτὰ εὑρεῖν.
Ἀπέθανεν δ’ ἐν κώμῃ τινι τῆς Περσίας, ἥν μετὰ τῆς Τιμάνδρας ᾤκει. Τῶν Περσῶν τινὲς πυρὶ τὴν οἰκίαν αὐτοῦ ἐνέπρησαν ἵνα ζῶντα αὐτὸν καύσωσιν. Ὁ Ἀλκιβιάδης ἐξελθὼν μαινόμενος τῆς καιομένης οἰκίας, ξίφος μέγα ἐν χερσὶν ἔχων, μαχούμενος πρὸς τοὺς πυρπολήσαντας τὴν οἰκίαν, βέλεσιν αὐτὸν ἀπέκτειναν ἐν ἔτει 404.
Τῶν ἀρίστων στρατηγῶν ἦν, ὅς ἐν οὐδεμίᾳ μάχῃ οὐδεπώποτε ὑπό τῶν πολεμίων ἐνικήθη. 
Ἀτυχῶς ὅμως οὐδὲν περὶ τοῦ Ἀλκιβιάδους, τοῦ ἀρίστου τούτου ἀνδρὸς, οἱ νῦν γιγνώσκουσιν.
Ἀγαθὴ ἥδε ὑμῖν γενέσθω..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top