Παράδειγμα ἔστω φιλοπατρίας τοῖς νεωτέροις, ὦ φίλοι, ἡ περὶ τὰ Ἴμια τῇ πατρίδι θυσία, ἐν ᾗ οἱ ἡμῶν τρεῖς ἔνδοξοι ἀξιωματικοὶ, Καραθανάσης, Βλαχάκος καὶ Γιαλοψὸς, τὰ προσήκοντα τῇ πατρίδι ποιοῦντες, τὸν ἑαυτῶν βίον ἀδίκως ἀπώλεσαν. 
Ἴστε δὲ που τί ἐγένετο τῆς νυκτὸς ταύτης. Τῆς ὀλεθρίου νυκτὸς ἐκείνης, τολμηροὶ καὶ ἀνδρεῖοι ὄντες οἱ ἡμῶν ἀξιωματικοὶ, ὡς θεωρήσοντες τὴν νῆσον ἀφίκοντο, ὑπεράνω αὐτῆς ἐφ' ἑλικοπτέρου ὀχούμενοι, ὅτε ἐξαίφνης ἄνανδροι Τοῦρκοι ἐπὶ τῆς νήσου λοχῶντες, αὔτανδρον τὸ ἑλικόπτερον διέφθειραν, εἰς ὄλεθρον αὐτὸ καταρρίπτοντες. 
Χάρις καὶ δόξα ἀμάραντος μόνον αὐτοῖς προσήκει οἵτινες τῇ ἡμῶν πατρίδι οὐκ εἰς μάτην ὑπηρέτουν ἀλλὰ ὡς καὶ οἱ ἡμῶν πατέρες τὸ πρότερον ἐν Μαραθῶνι, περὶ τὴν ἱερὰν Σαλαμῖνα καὶ ἐν Θερμοπύλαις αὐτῇ ἀνδρείως ὑπηρέτουν. Τὸν γὰρ βίον μόνον, οὐ τὴν δόξαν ἀπώλεσαν.

Ἐπεὶ δὲ τέλος ὁ ὄλεθρος εἶχεν, ὁ ἐφ' ἡμῶν δειλὸς πρωθυπουργὸς Σημίτης μετὰ τοῦ κοπροποιοῦ Παγκάλου, "ὁ δεινὸς ἀὴρ ὁ αἴτιος τῆς πτώσεως ἐγένετο" ἀπὸ τηλεοράσεως ἐβόων. Οἱ ἀναίσχυντοι!! 

Μνήμη αἰωνία καὶ ἀμάραντος.. Χάριτας δὲ πολλὰς αὐτοῖς οἱ πάντεςἝλληνες ὁμολογοῦσιν.. 

Οὐκ ἐπιλήθομαι..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top