Περιβόητον τὴν δόξαν οἱ ἡμῶν πρόγονοι εἶχον, ὡς εὖ ἴστε, οὐ μόνον παρὰ τοῖς Ῥωμαίοις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις τῶν ἀνθρώπων, ἅπασιν. Οὕτως οἱ Ῥωμαῖοι μέγαν τὸν θαυμασμὸν ἔχοντες πρὸς τοὺς Ἕλληνας καὶ δὴ τὴν παιδείαν αὐτῶν, αὐτοὺς ἐμιμοῦντο κατὰ πάντα τὰ ἔθη αὐτῶν. 
Ἐπὶ παραδείγματι, ὁ βασιλεὺς Νέρων τῶν φιλελλήνων ὤν, καὶ εἰς ἑκάστην πόλιν ἐν Ἑλλάδι περιιών, πρὸς πάντας τοὺς Ἕλληνας διελέγετο καὶ ἐν ἑκάστῳ τῶν γενομένων ἀγώνων μετεῖχεν ὡς ἀγωνισόμενος. Μάλιστα δ’ εἰς τοσοῦτο τοῦ θαυμασμοῦ πρὸς τοὺς Ἕλληνας ἀφιγμένος ἦν ὥστε καὶ ἀτέλειαν φόρων τοῖς τότε Ἕλλησιν παρέσχεν. 
Ἀλλὰ καὶ ἕτερος βασιλεὺς αὐτῶν, ὀνόματι Καρακάλλας, θαυμασμὸν εἰς ὑπερβολὴν περὶ τοῦ Ἀλεξάνδρου ἔχων, ἀεὶ ἐπειρᾶτο μιμεῖσθαι αὐτὸν οὐ μόνον ἐν ταῖς μάχαις, καθ’  ὅν τρόπον δεῖ ἐν ὂπλοῖς μάχεσθαι, ἀλλὰ καὶ ἐν τῷ καθ’ ἡμέραν βίῳ. 
Ἀλλὰ, ὦ φίλοι, καὶ ἕτερον ἕθος παρὰ τῶν Ἑλλήνων οἱ Ῥωμαῖοι ἔλαβον, τὸ εἰς ἐπίσκεψιν τάφων ἐνδόξων ἀνδρῶν γενέσθαι ὡς θαυμασόμενοι αὐτοὺς.
Εἷς οὖν τῶν περιφήμων ἐν τῇ Ῥωμαϊκῇ ἱστορίᾳ ὅς πολλάκς εἰς ἐπισκόπησιν τάφων Ἑλλήνων ἐγένετο, καὶ ὁ Κικέρων ἦν. Ἐκ τῶν γεγραμμένων δῆλον ὅτι ὁ Κικέρων οὐ μόνον τὸν τάφον τοῦ Ἀρχιμήδου ἐπεσκόπευσεν ἀλλὰ καὶ ὁ ἀνευρηκὼς αὐτὸν ἐστιν.
Κατὰ τὰ διηγούμενα, ὁ Κικέρων ἦν ποτε ἐν Σικελίᾳ δημόσιος θησαυροφύλαξ. Ἐν τῇ παραμονῇ αὐτοῦ, ἔδοξεν αὐτῷ ὅπως εἰς τὸν τάφον τοῦ Ἀρχιμήδου ἀφίκηται καὶ πρὸς τοῦτο ἠρώτα τοὺς Συρακουσίους ποῦ ὁ τάφος ἐστὶν. Οἱ Συρακούσιοι μὴ γιγνώσκοντες τὸν τάφον, ἤρνοῦντο αὐτὸν εἶναι.
Ὁ Κικέρων τότε εἰς ζήτησιν τοῦ τάφου ἐπελθὼν ηὗρεν αὐτὸν παρὰ τὴν Ἀγριγεντινήν πύλην. Ἐπεγνώρησεν δ’ αὐτὸν ἐκ τινῶν στίχων ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένων.
Τῷ τρόπῳ τούτῳ ὁ Κικέρων τὸν Ἀρχιμήδου τάφον εὑρίσκει.
Περὶ τοῦ Ἀρχιμήδου ἐν τῷ ἄρτι προτέρῳ εἰς τὴν ἡμῶν ὁμάδα ἐγράψαμεν. Δεῦρο ὑποκάτω κοινὰς ποιῶ ἐκόνας τινὰς περὶ αὐτοῦ ἅς ἐν τῷ πρώην twitter ηὗρον. Ὁρᾶτε ἐν μιᾷ ἐξ αὐτῶν τίνι τρόπῳ ὁ Ἀρχιμήδης τὸν βίον ἀπώλεσεν.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top