Χαίρων μάλα ἅμα τε καὶ ἀπορῶν, ὦ φίλοι, ἀνέγνων ὅτι αἱ δοκιμασίαι περὶ ἐλέγχου τῶν ὑπολογιστῶν διὰ τῶν νευρώνων τοῦ ἡμῶν ἐγκεφάλου, ἐτελέσθησαν μετὰ μεγάλης εὐτυχίας ἐν ταῖς Ἡνωμέναις τῆς Ἀμερικῆς Πολιτείαις.
Εἰς τοῦτον τὸν σκοπὸν, δεῖ θέσθαι ἐν τῇ ἡμῶν κεφαλῇ σμικρὸν μορφοτροπέαν, ὃς οἷος τ’ ἐστιν μετασχηματίζειν εἰς σῆμα ἱκανὸν τὴν τῆς ἡμῶν νοήσεως ἐνέργειαν. Ἐκ τούτου τὰ λοιπὰ ῥᾴδιά, ὡς δῆλον ἐστὶν. Ὁ ὑπολογιστὴς ἀναγνοῦς τὸ σῆμα, τὸν δείκτην κινεῖ, ὅν οἱ νῦν mouse καλοῦσιν, κατὰ τὸ ἠλεκτρικὸν ἐκ τοῦ ἐγκεφάλου σῆμα!!
Οὐ θαυμαστὸν, ὦ φίλοι; 
Ἐγὼ ὅμως οὐκ οἶδα εἰ δεῖ με χαίρειν ἢ λυπεῖσθαι περὶ τῆς προκοπῆς ταύτης τῶν ἠλεκτρονικῶν. Ποῖ ὡς ἀληθῶς βαίνομεν; Εἰς τὸ βέλτιον ἤ εἰς τὸ ἄγνωστον;

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top