Ἐπεὶ τὸ facebook ἦν μάλα ὑβριστικὸν ἀλλὰ καὶ ἀσεβὲς ἐπ´ἐμοὶ, ἔδοξε μοι ἀποχωρῆσαι ἐξ αὐτοῦ, ὅπερ καὶ ἀσμένως ἐποίησα τὸ ἄρτι πρότερον. Ἐγὼ μὲν οὖν ἀεὶ ἔγραφον μετὰ φόβου κολασμοῦ ὑπὸ τοῦ 
facebook διότι τὸ μὲν ἕν οὐκ ἤρεσεν αὐτοῖς, τὸ ἕτερον ὦζεν, τὸ δὲ ἕτερον αὐτοὺς ἐβδελύσσετο ὡς μισανθρωπικὸν καὶ ἰδοὺ αἱ ἐπιπλήξεις. Ἀλλὰ καὶ τῶν ἐμῶν φίλων πολλοὶ ταῦτα ὤσπερ ἐγὼ ὁμολογοῦσιν. Ἀναίσχυντοι ὡς ἀληθῶς ὄντες, ἐπιτιμῶσιν τοὺς πάντας ἐπεὶ οὐ συγκατατίθενται μεθ’ αὐτῶν.

Οὕτως ἐχόντων τῶν πραγμάτων, ἀπέστειλα αὐτοὺς ἐς κόρακας καὶ ηὗρον τὴν ἐμὴν ἠρεμίαν. Νῦν εἰς τὸ Ἀττικιστὶ μόνον γράφω καὶ ἐλπὶς μοι ἐστιν ὅτι πολλοὶ οἵτινες τὰ ἀρχαῖα φιλοῦσιν, ἀναγιγνὼσκουσιν τὰ ὑπ’ ἐμοῦ γεγραμμένα. 

Βούλομαι δὲ τὰς παρ’ ἐμοῦ εὐχαριστίας πέμψαι τοῖς μετόχοις τῶν Σωκρατογόμφων ἐπὶ τοῖς σχολίοις αὐτῶν, μάλιστα δέ πάντων ὅτι μάλα ἐφίλουν τὴν ἡμῶν ὁμάδαν. Ἐλπίζω ὅτι ἐν τῷ μέλλοντι αὖ πάλιν ἀλλήλοις συναντήσωμεν ἐπὶ ἄλλου δικτύου βελτίου τοῦ facebook. 

Εὐτυχία τοῖς πᾶσιν ὑμῖν γενέσθω.. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top