Ἀπῆλθον ἐξ Ἀθηνῶν, ὦ φίλοι, τὰ ἑκατοντάδες μηχανικὰ ἄροτρα ἅτινα ἐν Ἀθήναις παρεγένοντο ἐπὶ διαμαρτυρίαν πρὸς τοὺς ἐν τέλει ὄντας ὅτι οὐχ οἷοι τ’ εἰσιν τὰ ἀναγκαῖα πρὸς τὸ ζῆν πορίζεσθαι. Οὐδὲν ὡς ἀληθῶς λαβόντες παρὰ τῶν ἀρχόντων εἰ μὴ μόνον καινοὺς λόγους, εἰ καὶ ὀξὺ ἐπὶ τῶν ὁδῶν ἐβόων πρὸς τοῦτο, ἐν ὀργῇ ὄντες ἐλαύνοντες τὰ μηχανικὰ ἄροτρα ὀπίσω εἰς τὰς κώμας αὐτῶν ἀφίκοντο. Οὐ μόνον ἐν Ἑλλάδι ἀλλὰ καὶ ἐν τῇ Εὐρώπῃ πολλοὶ ἄνδρες τῶν ἀγρῶν τὸν αὐτὸν χρόνον εἰς διαμαρτυρίαν ἐν ταῖς πρωτευούσαις τῶν χωρῶν πόλεσιν ἀφίκοντο, ὡς σήμερον ἐν ταῖς Βρυξέλλαις εἶδον πολλὰ μηχανικὰ ἄροτρα ἐπὶ τῶν ὁδῶν πορευόμενα εἰς διαμαρτυρίαν.
Τὸ ἀληθὲς ὅμως ἐστὶν ὅτι πάνυ χαλεπὰ τὰ παρόντα ἐν Ἑλλάδι ἐστὶν. Ὡς ἴστε εὖ, ἡ ἔνδεια ἐν Ἑλλάδι οἰκεῖ καὶ δὴ ἐκ τῆς προσφάτου κρίσεως οἱ ἐνδεεῖς εἰς ἑκατομμύρια ἀριθμοῦνται. Τῶν ἡμῶν νέων οἱ ἱκανοὶ πρὸς τινα τέχνην, εἰς Εὐρώπην ἀπιόντες ἐκ τῆς Ἑλλάδος μετῴκησαν. Καὶ ἐξ ὧν ἀγγέλλουσιν, οὐδαμῶς βούλονται ὀπίσω εἰς Ἑλλάδα ἐλθεῖν. Μόνον τῷ θέρει ἐπὶ ἀναψυχὴν ὀλίγων ἡμερῶν δεῦρο παραγίγνονται.
Πρὸς τῷ χαλεπῷ βίῳ αἱ Ἀθῆναι βρίθουσι κακοποιῶν ὡς κλεπτῶν, ληστῶν, οἵτινες εἰσβαίνουσιν ἀπροσδοκήτως εἰς τὰς οἰκίας καὶ βιαίως τύπτοντες τοὺς κυρίους τῆς οἰκίας θραύουσι καὶ κλέπτουσιν ὅτιπερ δυνανται φέρειν. Καὶ εἰ ἡ νομοφυλακὴ αὐτοὺς ἐπ αὐτοφώρῳ συλλάβῃ, ἐλεύθεροι ἐκ τῶν δικαστηρίων ἀπέρχονται.
Τὶ δὲ μέλλει γενέσθαι οὐκ ἔχω εἰπεῖν..
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου