Ἔδοξε τῆς πρωΐας τῇ συνεδρίᾳ τῇ κυβερνητικῇ ΚΥΣΕΑ, ἥτις ἐγένετο ὑπὸ τοῦ Μητσοτάκου ἐν τῷ Μεγάρῳ Μαξίμου, ἀποπλεῦσαι ταχέως ἡ φρεγὰς Ὕδρα ἵνα συμμετάσχῃ ἐν τῇ ἐπιχειρήσει "Ἀσπὶς" ἐν τῆ Ἐρυθρᾷ θαλάττῃ, ὡς ἀμυνουμένη τοῖς πλοίοις τοὺς Χούθι ἵνα ἀσφαλῶς διαπλέωσιν ἐν τῷ πεδίῳ τῆς Ἐρυθρᾶς Θαλάττης.

Τῆς συνεδρίας καὶ ὁ ἐπὶ τῆς ἀμύνης ὑπουργός Δένδιας μετεῖχεν, ὅς ὑπέρ τῆς μετοχῆς τῆς Ἑλλάδος ἐν τῇ ἐπιχειρήσει Ἀσπὶς ἐστιν. Μάλιστα δ’ ὀλίγον ἐκ τῆς συνεδρίας ἐπὶ τῆς φρεγάδος ὁ Δένδιας ἐγένετο, ἔνθα τοῖς ἀξιωματικοῖς τῆς φρεγάδος δῆλα τὰ βουλεύματα τῆς συνεδρίας ἐποίησεν. 
Αὕτη ἐστὶν ἡ πρώτη στιγμὴ μετὰ τὸν δεύτερον οἰκουμενικὸν πόλεμον ἐν ᾗ ἡ Ἑλλὰς  ἱκανὴ ἐστι μετέχειν μετὰ τῶν συμμάχων αὐτῆς πολεμικῆς ἀποστολῆς μακρὰν τοῦ Αίγαίου πόντου. 
Τῆ φρεγάδι εὐχόμεθα καρδιόθεν εὖ τύχην καὶ ταχέως πάλιν δεῦρο ἐν τῇ πατρίδι ἐλθεῖν. Ἡ ἡμῶν διάνοια ἀλλὰ καὶ ὁ λογισμὸς σὺν αὐτοῖς ἔσται κατὰ τὴν ναυσιπλοΐαν...

2 σχόλια Blogger 2

Ὀλυμπιάς είπε... 27 Φεβρουαρίου, 2024 10:22
Αυτό το σχόλιο αφαιρέθηκε από τον συντάκτη.
Ὀλυμπιάς είπε... 27 Φεβρουαρίου, 2024 10:47

Τελικά απέπλευσε η φρεγάτα.

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top