Σεισμολόγοι πανταχόθεν τῆς οἰκουμένης, ὦ φίλοι, ἐν οἷς καὶ ὁ ἡμέτερος τοῦ ΟΑΣΠ πρόεδρος Λέκκας, τὰς αὐτὰς ἀκριβῶς ἀποδοχὰς ἐποίησαν περὶ τρομεροῦ σεισμοῦ θαλάττης ἐν Κωνστανινουπόλει, ἀμφὶ τὰς 7,5 βαθμίδας ἐπὶ τῆς Ρίχτερ κλίμακος, ὅς μέλλει γενέσθαι ἐν τῷ ἐγγὺς μέλλοντι!!!

Μάλιστα δὲ καὶ πλημμυρὶς μέλλει γενέσθαι ἐκ τοῦ σεισμοῦ καὶ πρὸς τοῦτο, ὡς ὁρᾶτε, ἐπιγραφὰς ἐν τῇ πόλει οἱ Τοῦρκοι πανταχοῦ ἔθεσαν, ἵνα ἐπὶ τὰ ὀρεινότερα τῆς πόλεως μετακινηθῶσιν οἱ οἰκοῦντες τὴν παράλιον τῆς πόλεως γαῖαν. Δεινὸν γὰρ καθὰ βοῶσιν τὸ τῆς πλημμυρίδος κῦμα ἔσται.
"Τὸ μέγα ῥῆγμα τῆς Ἀνατολῆς ἄρχεται ἀπὸ τῆς Κασπίας καὶ λήγει εἰς τὸν πόντον τοῦ Αἰγαίου ἔχον μῆκος 1. 300 χιλιόμετρα. Ἔστι τῷ ῥήγματι τοῦτο μόνον ἕν μέρος ἀνέσπαστον καὶ τοῦτο ἐν τῷ ὑποθαλασσίῳ χώρῳ νοτίως τῆς Κωνσταντινουπόλεὼς ἐστιν, ὅ τό αἴτιον τοῦ σεισμοῦ ἔσται" τοῖς δημοσιλόγοις τῆς ΕΡΤ ὁ Λέκκας ἔλεξεν. 
Τὶ χρὴ ἡμᾶς ποιῆσαι, οὐκ ἔχω εἰπεῖν εἰ μὴ μόνον τὸν νοῦν τῷ σεισμῷ προσέχετε  ἵνα ὑποκάτω τῆς τραπέζης ἤ τῆς εὐνῆς αὐτίκα γένησθε ἐν περιπτώσει σεισμοῦ. 
Μὴ φεύγετε ἐν ὅσῳ ὁ σεισμὸς γίγνεται, ἀλλά στῆτε ἐπεῖ ὁ κίνδυνος μέγας ἐστὶν. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top