- Τῇδε τῷ 1926, εἰς τὸ γεγογὸς ἡ μονογενὴς τοῦ Στάλιν θυγάτηρ, Σβετλάνα ἦλθεν. Ἐκ τοῦ θανάτου τοῦ Στάλιν τῷ 1953, τὴ ἐπωνυμὶαν τῆς μητρὸς αὐτῆς Ἀλιλούγιεβα αὖ ἔλαβεν.
- Τῷ 1968 εἰς Μόσχαν τὸν Ἰνδὸν κομμουνιστὴν Kunwar Singh ἐπέγνω καὶ σφόδρα αὐτὸν ἠράσθη. Εἰ καὶ ἠτήσατο ἄδειαν γαμηθῆναι μετ’ αὐτοῦ, οὐκ ἔασαν ἀλλὰ ἐκώλυσαν αὐτὴν αἱ τῆς τότε Σοβιετίας ἀρχαὶ.
- Ὁ μέγας αὐτῆς ἔρως ὁ Kunwar ἐτελεύτησε τὸν βίον τρία μετὰ ἔτη, και οὕτως αἱ ἀρχαὶ ἔασαν αὐτὴν εἰς Ἰνδίαν γενέσθαι πρὸς τὸ κομίσαι τὴν τέφραν τοῦ Kunwar εἰς τοὺς οἰκείους αὐτοῦ.
- Τῇ 9ῃ τοῦ Μαρτίου ἡμέρᾳ τῷ 1967, ἡ Σβετλάνα ἐν τῇ πρεσβείᾳ τῶν Ἠνωμένων τῆς Ἀμερικῆς Πολιτειῶν γενομένη εἶπε πρὸς τὸν πρῶτον ὑπάλληλον ὅν εἶδε: "Ἄρτι γε σὺ οὐ πιστέψεις μοι, ἀλλὰ ἡ θυγάτηρ τοῦ Στάλιν εἰμὶ". Ἐκ τούτου ἄσυλον πολιτικὸν ἠτήσατο ἐν ταῖς ΗΠΑ.
- Οὕτω τῇ 21ῃ τοῦ Ἀπριλίου ἠμέρᾳ εἰς Ἀμερικὴν παρεγενομένη, πυρὶ ἐν τῷ κοινῷ τὸ ἑαυτῆς Σοβιετικὸν διαβατὴριον ἔκαυσεν καὶ ἔλεξε τοῖς δημοσιολόγοις τοιάδε: "Μισῶ τὸν κουμμουνισμὸν, φιλῶ τὸν θεὸν, τὴν Ἀμερικὴν καὶ τὸν μηλοπλακοῦντα".
- Δῆλον, ὅτι οὔποτε τῷ πατρὶ συγγνώμην ἐχαρίσατο ὅτι οὗτος ἦν ὁ αἲτιος τῆς αὐτοφονίας τῆς μητρὸς αὐτῆς τῷ 1931, ἀλλὰ καὶ τῆς ἑαυτῆς θείας τὲ καὶ ἐξαδέλφης καὶ τῶν δύο κασιγνήτων αὐτῆς, οἵτινες τὸν βὶον ἀπώλεσαν ἐπὶ τοῦ προστάγματος τοῦ Στάλιν.
- Τὸ λοιπὸν τοῦ βίου ἐν τῇ Ἀμερικῇ ἐβίω ἔνθα τῷ 2011 ἐτελεύτησεν,
- Σημειωτέον ὅτι ἡ γυνὴ τοῦ Στάλιν ἑαυτὴν ἀπέκτεινεν ὅτι οὔκ ἔτι ἐδύνατο τὸν βίαιον τοῦ Στάλιν τρόπον ὑπομεῖναι...
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου